Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
τὴν δὲ τῶν πολεμίων
φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω: ζημία γὰρ
χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς
περιουσία τρέφει. προανατεινέσθω μέντοι πρῶτον,
ὃ μέλλει ποιεῖν: πολλάκις γὰρ ἡ τοῦ μέλλοντος
ἔσεσθαι δεινοῦ προσδοκία συνηνάγκασε, πρὶν ἢ
παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν
πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν: ἐπειδὰν δ̓ ἅπαξ
πάθωσιν, ὡς οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν
καταφρονοῦσιν.