Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ἐὰν δ̓ ἐπὶ τοὐναντίον
τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν
σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον
—οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει
τὸ δαιμόνιον—, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι
μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι
δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις: ὥρα γὰρ μία καὶ
ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστερήσαντας.