Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν
πολιορκητηρίων χρήσεται κατὰ δύναμιν ὁ στρατηγός.
οὐ γὰρ ἐπ̓ ἐμοὶ τὸ λέγειν, ὅτι δεῖ
κριοὺς ἔχειν ἢ ἑλεπόλεις ἢ σαμβύκας ἢ
πύργους ὑποτρόχους ἢ χελώνας χωστρίδας ἢ
καταπέλτας: τῆς γὰρ τῶν πολεμούντων τύχης
καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς
τῶν ἑπομένων ἀρχιτεκτόνων ἐπινοίας εἰς τὰς
[p. 510]
ὀργανικὰς κατασκευάς.