Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. οὐ
μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι
προσβάλλει κατὰ θάτερον κέρας τῶν πολεμίων,
οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχήματος
κύκλωσιν οὕτως ἀντεπιών: ἐπὶ πολὺ γὰρ
οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κωλυόμενοι
κατ̓ ὀλίγους κερασθήσονται, τῶν ἐπὶ
θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι
κατ̓ ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον.