previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ ἔχειν τὸν στρατηγὸν βουλευτάς

Αἱρείσθω δὲ ἤτοι συνέδρους, οἳ μεθέξουσιν αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης αὐτοῦ οἱ τούτου εἵνεκα ἀκολουθήσοντες, ἐξ αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμπόμενος συνεδρευέτω, ὡς, γέ τις ἂν ἐννοήσῃ μὲν μόνος, ὡς τὰ αὑτοῦ, οὐ βεβαίως οἰκειοῦται. [2] γνώμη γὰρ μὲν ἀνεπικούρητος μονουμένη παπταίνει περὶ τὴν ἰδίαν εὕρεσιν, δὲ ὑπὸ τῶν πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν. [3] οὐ μὴν ἀλλὰ μήθ̓ οὕτως ἄστατος ἔστω τὴν διάνοιαν, ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν, μήθ̓ οὕτως αὐθάδης, ὡς μή τι καὶ παῤ ἄλλῳ τοῦ παῤ αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι: ἀνάγκη γὰρ τὸν τοιοῦτον πᾶσι προσέχοντα καὶ μηδὲν αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν, μηδ̓ ὀλίγ̓ ἄλλων ἀκούοντα, πάντα δ̓ αὑτοῦ, πολλὰ καὶ δεινὰ διαμαρτάνειν. [p. 390]

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: