previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ εἶναι τὸν στρατηγὸν εὔθυμον ἐν ταῖς δυσπραγίαις Ὅτ̓ ἂν δέ τις ἐμπέσῃ δυσθυμία στρατεύμασι καὶ φόβος συμμαχίας τοῖς πολεμίοις ἀφιγμένης προτερήματός σφισι γεγονότος, στρατηγὸς τότε δὴ μάλιστα τοῖς στρατιώταις ἱλαρὸς καὶ γεγηθὼς καὶ ἀκατάπληκτος φαινέσθω. [2] αἱ γὰρ ὄψεις τῶν ἡγεμόνων συμμετασχηματίζουσι τὰς [p. 438] ψυχὰς τῶν ὑποταττομένων, καὶ στρατηγοῦ μὲν εὐθυμουμένου καὶ ἱλαρὸν βλέποντος ἀναθαρρεῖ καὶ τὸ στρατόπεδον ὡς οὐδενὸς ὄντος δεινοῦ, κατεπτηχότος δὲ καὶ λυπουμένου συγκαταπίπτουσι ταῖς διανοίαις ὡς μεγάλου σφίσι κακοῦ προφαινομένου. [3] διὸ χρὴ πλέον τῷ σχήματι τοῦ προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν τοῖς λόγοις παρηγορεῖν: λόγοις μὲν γὰρ πολλοὶ καὶ ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις εἵνεκεν, ὄψιν δὲ θαρσοῦσαν ἀνυπόκριτον εἶναι νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν: ἀγαθὴ δὲ ἐξ ἀμφοῖν ἐπιστήμη τοῦ τε εἰπεῖν, δεῖ, καὶ ὀφθῆναι, ὁποῖον δεῖ.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: