Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ, ἐὰν οἱ ἐναντίοι προτερεύωσι
τῷ ἱππικῷ, ἐκλέγεσθαι στενοὺς τόπους
Ἱπποκρατούντων δὲ τῶν πολεμίων, ἐὰν ᾖ δυνατόν,
ἐπιλεγέσθω χωρία τραχέα καὶ στενὰ καὶ
παῤ ὄρη, ἃ ἥκιστα ἱππάσιμα, ἢ φυγομαχείτω
[p. 474]
κατὰ δύναμιν, ἕως ἂν ἐπιτηδείους εὕρῃ τόπους
καὶ τοῖς οἰκείοις ἁρμόζοντας πράγμασιν.
[2]
ἀπολελείφθων
δέ τινες καὶ ἐπὶ τοῦ χάρακος οἱ παραφυλάττοντες
τὴν παρεμβολὴν στρατιῶται καὶ πρὸς
τὴν τῆς ἀποσκευῆς φυλακήν, ἵνα μὴ κατανοήσας
ὁ στρατηγὸς τῶν πολεμίων ἔρημον ὄντα πέμψῃ
τοὺς ἁρπασομένους τὰ ἐν αὐτῷ καὶ καταληψομένους τὸ χωρίον.