previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. Εὗρε δὲ ἔτι κατακείμενον τὸν Διονύσιον: ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι παρούσης αὐτῷ τῆς γυναικός. [2] Ἰδὼν δὲ τὸν Λεωνᾶν ἔφη πρὸς αὐτὸνμίαν ταύτην ἐγὼ νύκτα μετὰ τὸν θάνατον τῆς ἀθλίας ἡδέως κεκοίμημαι: καὶ γὰρ εἶδον αὐτὴν ἐναργῶς μείζονά τε καὶ κρείττονα γεγενημένην, καὶ ὡς ὕπαρ μοι συνῆν. Ἔδοξα δὲ εἶναι τὴν πρώτην [p. 27] ἡμέραν τῶν γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων αὐτὴν νυμφαγωγεῖν, σοῦ μοι τὸν ὑμέναιον ᾄδοντος.’ Ἔτι δὲ αὐτοῦ διηγουμένου, [3] Λεωνᾶς ἀνεβόησενεὐτυχὴς εἶ, δέσποτα, καὶ ὄναρ καὶ ὕπαρ. Μέλλεις ἀκούειν ταῦτα, τεθέασαι.’ Καὶ ἀρξάμενος αὐτῷ διηγεῖταιπροσῆλθέ μοί τις ἔμπορος πιπράσκων γυναῖκα καλλίστην, διὰ δὲ τοὺς τελώνας ἔξω τῆς πόλεως ὥρμισε τὴν ναῦν πλησίον τῶν σῶν χωρίων. [4] Κἀγὼ συνταξάμενος ἀπῆλθον εἰς ἀγρόν. Ἐκεῖ δὲ συμβαλόντες ἀλλήλοις ἔργῳ μὲν τὴν πρᾶσιν ἀπηρτίκαμεν: ἐγὼ γὰρ ἐκείνῳ τάλαντον δέδωκα: δεῖ δὲ ἐνταῦθα [5] γενέσθαι νομίμως τὴν καταγραφήν.’ δὲ Διονύσιος τὸ μὲν κάλλος ἡδέως ἤκουσε τῆς γυναικὸς ῾ἦν γὰρ φιλογύνης ἀληθῶς᾿, τὴν δὲ δουλείαν ἀηδῶς: ἀνὴρ γὰρ βασιλικός, διαφέρων ἀξιώματι καὶ παιδείᾳ τῆς ὅλης Ἰωνίας, ἀπηξίου κοίτην θεραπαινίδος, καὶἀδύνατονεἶπεν, ‘ Λεωνᾶ, καλὸν εἶναι σῶμα μὴ πεφυκὸς ἐλεύθερον. Οὐκ ἀκούεις τῶν ποιητῶν ὅτι θεῶν παῖδές εἰσιν οἱ καλοί, πολὺ δὲ πρότερον ἀνθρώπων εὐγενῶν; σοὶ δὲ ἤρεσεν ἐπ̓ ἐρημίας: συνέκρινας γὰρ αὐτὴν ταῖς ἀγροίκοις. [6] Ἀλλ̓ ἐπείπερ ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν: Ἄδραστος δὲ ἐμπειρότατος τῶν νόμων διοικήσει τὰς καταγραφάς.’ Ἔχαιρεν Λεωνᾶς ἀπιστούμενος: τὸ γὰρ ἀπροσδόκητον ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. Περιιὼν δὲ τοὺς Μιλησίων λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα εὑρεῖν ἐδύνατο. [7] Ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς. Ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπήρεις λαβὼν παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον: οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη πλέοντα. Μόλις οὖν καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην. [8] Ἰδὼν δ̓ αὐτὸν [p. 28] Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν: δέ φησινἀπολώλεκά σοι, δέσποτα, τάλαντον.’ ‘Συμβαῖνονεἶπεν Διονύσιοςἀσφαλέστερόν σε τοῦτο πρὸς τὰ λοιπὰ ποιήσει. Τί δ̓ ὅμως συμβέβηκε; μή τι νεώνητος ἀποδέδρακεν;’ ‘Οὐκ ἐκείνηφησὶνἀλλ̓ πωλήσας.’ ‘Ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν σοι πέπρακε δούλην διὰ τοῦτο ἐπ̓ ἐρημίας. [9] Πόθεν δὲ ἔλεγε τὴν ἄνθρωπον εἶναι;’ ‘Συβαρῖτιν ἐξ Ἰταλίας, πραθεῖσαν ὑπὸ δεσποίνης κατὰ ζηλοτυπίαν.’ ‘Ζήτησον Συβαριτῶν εἴ τινες ἐπιδημοῦσιν: ἐν δὲ τῷ μεταξὺ ἐκεῖ κατάλιπε τὴν γυναῖκα.’ Τότε μὲν οὖν Λεωνᾶς ἀπῆλθε λυπούμενος, ὡς οὐκ εὐτυχοῦς τῆς πραγματείας αὐτῷ γεγενημένης: ἐπετήρει δὲ καιρὸν ἀναπεῖσαι τὸν δεσπότην ἐξελθεῖν εἰς τὰ χωρία, λοιπὸν μίαν ἔχων ἐλπίδα τὴν ὄψιν τῆς γυναικός.


Πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴνζητεῖς μέν, τέκνον, πάντως τοὺς σεαυτῆς: ἀλλὰ καλῶς καὶ τοὺς ἐνθάδε νόμιζε σούς: Διονύσιος γάρ, δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. Εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν θεὸς οἰκίαν. [2] Ὥσπερ ἐν πατρίδι διάξεις. Ἐκ μακρᾶς οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν: ἔχεις θεραπαινίδας.’ Μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δ̓ ὅμως εἰς τὸ βαλανεῖον. Εἰσελθοῦσαν δὲ ἤλειψάν τε καὶ ἀπέσμηξαν ἐπιμελῶς καὶ μᾶλλον ἀποδυσαμένης κατεπλάγησαν: ὥστε ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι τὸ πρόσωπον θεῖον πρόσωπον ἔδοξαν ἰδοῦσαι: χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι ὅμοιον ἀπολάμπων: τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι [p. 29] μὴ καὶ τῶν δακτύλων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ. [3] Ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλαςκαλὴ μὲν δέσποινα ἡμῶν καὶ περιβόητος: ταύτης δὲ ἂν θεραπαινὶς ἔδοξεν.’ Ἐλύπει τὴν Καλλιρρόην ἔπαινος καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. Ἐπεὶ δὲ ἐλέλουτο καὶ τὴν κόμην συνεδέσμουν, καθαρὰς αὐτῇ προσήνεγκαν ἐσθῆτας: δὲ οὐ πρέπειν ἔλεγε ταῦτα τῇ νεωνήτῳ. [4]Χιτῶνά μοι δότε δουλικόν: καὶ γὰρ ὑμεῖς ἐστέ μου κρείττονες.’ Ἐνεδύσατο μὲν οὖν τι τῶν ἐπιτυχόντων: κἀκεῖνο δὲ ἔπρεπεν αὐτῇ καὶ πολυτελὲς ἔδοξε καταλαμπόμενον ὑπὸ κάλλους. [5] Ἐπεὶ δὲ ἠρίστησαν αἱ γυναῖκες, λέγει Πλαγγὼνἐλθὲ πρὸς τὴν Ἀφροδίτην καὶ εὖξαι περὶ σαυτῆς: ἐπιφανὴς δέ ἐστιν ἐνθάδε θεός, καὶ οὐ μόνον οἱ γείτονες, ἀλλὰ καὶ οἱ ἐξ ἄστεος παραγινόμενοι θύουσιν αὐτῇ. Μάλιστα δὲ ἐπήκοος Διονυσίῳ: ἐκεῖνος οὐδέποτε [6] παρῆλθεν αὐτήν.’ Εἶτα διηγοῦντο τῆς θεοῦ τὰς ἐπιφανείας καί τις εἶπε τῶν ἀγροίκωνδόξεις, γύναι, θεασαμένη τὴν Ἀφροδίτην εἰκόνα βλέπειν σεαυτῆς.’ Ἀκούσασα δὲ Καλλιρρόη δακρύων ἐνεπλήσθη καὶ λέγει πρὸς ἑαυτὴνΟἴμοι τῆς συμφορᾶς, κἀνταῦθά ἐστιν Ἀφροδίτη θεὸς ἐμοὶ τῶν πάντων κακῶν αἰτία. Πλὴν ἄπειμι, θέλω γὰρ αὐτὴν πολλὰ μέμψασθαι.’ [7] Τὸ δὲ ἱερὸν πλησίον ἦν τῆς ἐπαύλεως παῤ αὐτὴν τὴν λεωφόρον. Προσκυνήσασα δὲ Καλλιρρόη καὶ τῶν ποδῶν λαβομένη τῆς Ἀφροδίτηςσύ μοιφησὶπρώτη Χαιρέαν ἔδειξας, συναρμόσασα δὲ καλὸν ζεῦγος οὐκ ἐτήρησας: καίτοιγε ἡμεῖς σε ἐκοσμοῦμεν. [8] Ἐπεὶ δὲ οὕτως ἐβουλήθης, μίαν αἰτοῦμαι παρὰ σοῦ χάριν: μηδενί με ποιήσῃς μετ̓ ἐκεῖνον ἀρέσαι.’ Πρὸς τοῦτο ἀνένευσεν Ἀφροδίτη: μήτηρ γάρ ἐστι τοῦ [p. 30] Ἔρωτος, καὶ πάλιν ἄλλον ἐπολιτεύετο γάμον, ὃν οὐδὲ αὐτὸν ἔμελλε τηρήσειν. Ἀπαλλαγεῖσα δὲ Καλλιρρόη λῃστῶν καὶ θαλάσσης τὸ ἴδιον κάλλος ἀνελάμβανεν, ὥστε θαυμάζειν τοὺς ἀγροίκους καθ̓ ἡμέραν εὐμορφοτέρας αὐτῆς βλεπομένης.


δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ λόγους προσήνεγκε τοιούτουςἐν τοῖς παραθαλασσίοις, δέσποτα, χωρίοις οὐ γέγονας ἤδη χρόνῳ πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. Ἀγέλας σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ συγκομιδὴ τῶν καρπῶν ἐπείγει. [2] Χρῆσαι καὶ τῇ πολυτελείᾳ τῶν οἰκιῶν, ἅς σοῦ κελεύσαντος ᾠκοδομήσαμεν: οἴσεις δὲ καὶ τὸ πένθος ἐλαφρότερον ἐκεῖ, περισπώμενος ὑπὸ τῆς τῶν ἀγρῶν ἀπολαύσεως καὶ διοικήσεως. Ἐὰν δέ τινα ἐπαινέσῃς βουκόλον ποιμένα, δώσεις αὐτῷ τὴν νεώνητον γυναῖκα.’ Ἤρεσε τῷ Διονυσίῳ ταῦτα καὶ προεῖπε τὴν ἔξοδον εἰς ην ἡμέραν. [3] Παραγγελίας δὲ γενομένης παρεσκεύαζον ἡνίοχοι μὲν ὀχήματα, ἱπποκόμοι δὲ ἵππους, ναῦται δὲ πορθμεῖα: φίλοι παρεκαλοῦντο συνοδεύειν καὶ πλῆθος ἀπελευθέρων: φύσει γὰρ ἦν Διονύσιος μεγαλοπρεπής. [4] Ἐπεὶ δὲ πάντα εὐτρέπιστο, τὴν μὲν παρασκευὴν καὶ τοὺς πολλοὺς ἐκέλευσε διὰ θαλάσσης κομίζεσθαι, τὰ δὲ ὀχήματα ἐπακολουθεῖν, ὅταν αὐτὸς προέλθῃ, πενθοῦντι γὰρ μὴ πρέπειν πομπήν. Ἅμα δὲ τῇ ἕῳ, πρὶν αἰσθέσθαι τοὺς πολλούς, ἵππου ἐπέβη, πέμπτος δέ εἷς ἦν ἐν αὐτοῖς καὶ Λεωνᾶς. [5] μὲν οὖν Διονύσιος ἐξήλαυνεν εἰς τοὺς ἀγρούς, δὲ Καλλιρρόη τῆς νυκτὸς ἐκείνης θεασαμένη τὴν Ἀφροδίτην ἐβουλήθη καὶ πάλιν αὐτὴν προσκυνῆσαι: καὶ μὲν ἑστῶσα εὔχετο, Διονύσιος δὲ ἀποπηδήσας [p. 31] ἀπὸ τοῦ ἵππου πρῶτος εἰσῆλθεν εἰς τὸν νεών. Ψόφου δὲ ποδῶν αἰσθομένη Καλλιρρόη πρὸς αὐτὸν ἐπεστράφη. [6] Θεασάμενος οὖν Διονύσιος ἀνεβόησενἵλεως εἴης, Ἀφροδίτη, καὶ ἐπ̓ ἀγαθῷ μοι φανείης.’ Καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε καὶαὕτηφησίν, ‘ δέσποτα, νεώνητος: μηδὲν ταραχθῇς. Καὶ σὺ δέ, γύναι, πρόσελθε τῷ κυρίῳ.’ Καλλιρρόη μὲν οὖν πρὸς τοὔνομα τοῦ κυρίου πηγὴν ἀφῆκε δακρύων, κάτω κύψασα, ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν: δὲ Διονύσιος, πλήξας τὸν Λεωνᾶνἀσεβέστατεεἶπεν, ‘ὡς ἀνθρώποις διαλέγῃ τοῖς θεοῖς; [7] Σὺ ταύτην λέγεις ἀργυρώνητον καὶ ὡς οὐχ εὗρες τὸν πιπράσκοντα; οὐκ ἤκουσας οὐδὲ Ὁμήρου διδάσκοντος ἡμᾶς

καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶσι.
’ ... ‘τὸ γοῦν λοιπὸν παῦσαί μου καταγελῶν καὶ θεὸν [8] εἶναι νομίζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ.’ Λαλούσης δὲ αὐτῆς φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη: μουσικὸν γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου τὸν ἦχον. Ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη τῷ ἔρωτι. Μετ̓ οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος παρασκευή, καὶ ταχεῖα φήμη διέδραμε τοῦ γεγονότος. [9] Ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. Αἰδουμένη δὲ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν τι πράξειε: πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ̓ ἐκείνη περὶ τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου. [10] Προκοπτούσης δὲ τῆς ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ [p. 32] πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε τὴν Καλλιρρόην. Τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνονται βασιλεῖς, ὥσπερ ἐν τῷ σμήνει τῶν μελισσῶν: ἠκολούθουν γὰρ ἅπαντες καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχειροτονημένῃ.


μὲν οὖν ἀπῆλθεν εἰς τὴν οἴκησιν τὴν συνήθη: Διονύσιος δὲ ἐτέτρωτο μέν, τὸ δὲ τραῦμα περιστέλλειν ἐπειρᾶτο. Οἷα δὲ πεπαιδευμένος ἀνὴρ καὶ ἐξαιρέτως ἀρετῆς ἀντιποιούμενος, μήτε τοῖς οἰκέταις ἐθέλων εὐκαταφρόνητος δοκεῖν μήτε μειρακιώδης τοῖς φίλοις, διεκαρτέρει παῤ ὅλην τὴν ἑσπέραν, οἰόμενος μὲν λανθάνειν, κατάδηλος δὲ γινόμενος ἐκ τῆς σιωπῆς. [2] Μοῖραν δέ τινα λαβόμενος ἀπὸ τοῦ δείπνουταύτηνφησὶκομισάτω τις τῇ ξένῃ. Μὴ εἴπητε δὲ ὅτι παρὰ τοῦ κυρίου, ἀλλ̓ ὅτι παρὰ Διονυσίου.’ Τὸν μὲν οὖν πότον προήγαγεν ἐπὶ πλεῖστον: ἠπίστατο γὰρ ὅτι οὐ μέλλει καθεύδειν. Ἀγρυπνεῖν οὖν ἐβούλετο μετὰ τῶν φίλων. [3] Ἐπεὶ δὲ προύκοπτε τὰ τῆς νυκτός, ἀναλύσας ὕπνου μὲν οὐκ ἐλάγχανεν, ὅλος δὲ ἦν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ καὶ πάντων ἀνεμιμνήσκετο, τοῦ προσώπου, τῆς κόμης, πῶς ἐστράφη, πῶς ἐνέβλεψε, τῆς φωνῆς, τοῦ σχήματος, τῶν ῥημάτων: ἐξέκαε δὲ αὐτὸν καὶ τὰ δάκρυα. [4] Τότ̓ ἦν ἰδεῖν ἀγῶνα λογισμοῦ καὶ πάθους. Καίτοι γὰρ βαπτιζόμενος ὑπὸ τῆς ἐπιθυμίας γενναῖος ἀνὴρ ἐπειρᾶτο ἀντέχεσθαι, καθάπερ δὲ ἐκ κύματος ἀνέκυπτε λέγων πρὸς ἑαυτὸνοὐκ αἰσχύνῃ, Διονύσιε, ἀνὴρ πρῶτος τῆς Ἰωνίας ἕνεκεν ἀρετῆς τε καὶ δόξης, ὃν θαυμάζουσι σατράπαι καὶ βασιλεῖς καὶ πόλεις, παιδαρίου πράγματα πάσχων; ἅπαξ ἰδὼν ἐρᾷς, καὶ ταῦτα πενθῶν, πρὶν ἀφοσιώσασθαι τοὺς τῆς ἀθλίας δαίμονας. [5] Τούτου γε ἧκες εἰς [p. 33] ἀγρὸν ἵνα μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης, τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐδὲ τὴν καταγραφήν.’ Ἐφιλονείκει δὲ Ἔρως βουλευομένου καλῶς καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν ἐκείνου: διὰ τοῦτο ἐπυρπόλει σφοδρότερον ψυχὴν ἐν ἔρωτι φιλοσοφοῦσαν. [6] Μηκέτ̓ οὖν φέρων μόνος αὑτῷ διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο, κληθεὶς δὲ ἐκεῖνος συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν καὶ ὥσπερ τεταραγμένοςτίφησὶνἀγρυπνεῖς, δέσποτα; μή τις πάλιν σε λύπη κατείληφε τῆς τεθνηκυίας γυναικός;’ ‘Γυναικὸς μὲνεἶπεν Διονύσιος, ‘ἀλλ̓ οὐ τῆς τεθνηκυίας. Οὐδὲν δὲ ἀπόρρητόν ἐστί μοι πρὸς σὲ δἰ εὔνοιάν τε καὶ πίστιν. [7] Ἀπολώλεκας, Λεωνᾶ. Σύ μοι τῶν κακῶν αἴτιος. Πῦρ ἐκόμισας εἰς τὴν οἰκίαν, μᾶλλον δὲ εἰς τὴν ἐμὴν ψυχήν. Ταράσσει δέ με τὸ ἄδηλον τὸ περὶ τῆς γυναικός. Μῦθόν μοι διηγῇ ἔμπορον πτηνόν, ὃν οὐκ οἶδας οὔτ̓ ὁπόθεν ἦλθεν οὔθ̓ ὅποι πάλιν ἀπῆλθεν. Ἔχων δὲ τίς τοιοῦτον κάλλος ἐν ἐρημίᾳ πιπράσκει ταλάντου τὴν τῶν βασιλέως χρημάτων ἀξίαν; δαίμων σέ τις ἐξηπάτησεν. [8] Ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. Τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές. Οὐ πλοῖον ἐθεάσω.’ ‘Οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα.’ ‘Τοῦτο ἐκεῖνο: μία Νυμφῶν Νηρηίδων ἐκ θαλάσσης ἀνελήλυθε. Καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ̓ ἀνθρώπων: ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί [9] τε καὶ συγγραφεῖς.’ Ἡδέως ἀνέπειθεν αὑτὸν Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν ἀποφαίνειν κατ̓ ἀνθρώπων ὁμιλίαν. Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπετίς μὲν ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν: ἄξω δὲ αὐτήν, [p. 34] εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε λύπην. Ἀποτυγχάνεις [10] ἐν ἔρωτος ἐξουσίᾳ;’ ‘Οὐκ ἂν ποιήσαιμιφησὶν Διονύσιος, ‘πρὶν μαθεῖν τίς γυνὴ καὶ πόθεν. Ἕωθεν οὖν πυθώμεθα παῤ αὐτῆς τὴν ἀλήθειαν. Μεταπέμψομαι δ̓ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ̓ ὅπου πρῶτον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.’


Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν. [2] Ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ̓ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγειΔιονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος. [3] Ἧκε τοίνυν εἰς τὸ ἱερόν, γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις: οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. Ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν: τοῦτο γὰρ αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν.’ Ἄκουσα μὲν οὖν ἐβάδιζεν Καλλιρρόη, θαρροῦσα δ̓ ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς. [4] Ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. Καταπλαγεὶς οὖν Διονύσιος ἄφωνος ἦν. Οὔσης δὲ ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατοτὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ̓ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος. [5] Δίκαιόν ἐστι καὶ σὲ περὶ σεαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν: [p. 35] οἱ μὲν γὰρ πωλήσαντές: σε Συβαρῖτιν ἔφασαν κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης.’ Ἠρυθρίασεν Καλλιρρόη καὶ κάτω κύψασα ἠρέμα εἶπενἐγὼ νῦν πρῶτον πέπραμαι: Σύβαριν δὲ οὐκ [6] εἶδον.’ ‘Ἔλεγόν σοιφησὶ Διονύσιος ἀποβλέψας πρὸς τὸν Λεωνᾶνὅτι οὐκ ἔστι δούλη: μαντεύομαι δὲ ὅτι καὶ εὐγενής.’ ‘Εἶπόν μοι, γύναι, πάντα, καὶ πρῶτόν γε τοὔνομα τὸ σόν.’ ‘Καλλιρρόηφησίν ῾ἤρεσε Διονυσίῳ καὶ τοὔνομἀ, τὰ δὲ λοιπὰ ἐσιώπα. Πυνθανομένου δὲ λιπαρῶςδέομαί σουφησίν, ‘ δέσποτα, συγχώρησόν μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν. [7] Ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν γέγονα, δούλη καὶ ξένη.’ Ταῦτα λέγουσα ἐπειρᾶτο μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ τῶν παρειῶν: προήχθη δὲ καὶ Διονύσιος κλάειν καὶ πάντες οἱ περιεστηκότες: ἔδοξε δ̓ ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι. Διονύσιος δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶταύτην αἰτοῦμαι παρά σου χάριν πρώτην. [8] Διήγησαί μοι, Καλλιρρόη, τὰ σεαυτῆς. Οὐ πρὸς ἀλλότριον ἐρεῖς: ἔστι γάρ τις καὶ τρόπου συγγένεια. Μηδὲν φοβηθῇς, μηδ̓ εἰ πέπρακταί σοί τι δεινόν.’ Ἠγανάκτησεν Καλλιρρόη πρὸς τοῦτο καὶμή με ὕβριζε[9] εἶπεν, ‘οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον. Ἀλλ̓ ἐπεὶ σεμνότερα τἀμὰ τῆς τύχης ἐστὶ τῆς παρούσης, οὐ θέλω δοκεῖν ἀλαζὼν οὐδὲ λέγειν διηγήματα ἄπιστα τοῖς ἀγνοοῦσιν: οὐ γὰρ μαρτυρεῖ τὰ προτοῦ τοῖς νῦν.’ Ἐθαύμασεν Διονύσιος τὸ φρόνημα τῆς γυναικὸς καὶσυνίημιφησὶνἤδη, κἂν μὴ λέγῃς: εἰπὲ δ̓ ὅμως: οὐδὲν γάρ%5περὶ σεαυτῆς ἐρεῖς τηλικοῦτον, ἡλίκον ὁρῶμεν. [10] Πᾶν ἐστί σου σμικρότερον λαμπρὸν διήγημα.’ Μόλις οὖν ἐκείνη τὰ καθ̓ ἑαυτὴν ἤρξατο λέγεινἙρμοκράτους [p. 36] εἰμὶ θυγάτηρ, τοῦ Συρακουσίων στρατηγοῦ. Γενομένην δέ με ἄφωνον ἐξ αἰφνιδίου πτώματος ἔθαψαν οἱ γονεῖς πολυτελῶς. Ἤνοιξαν τυμβωρύχοι τὸν τάφον: εὗρον κἀμὲ πάλιν ἐμπνέουσαν: ἤνεγκαν ἐνθάδε καὶ Λεωνᾷ με τούτῳ παρέδωκε Θήρων ἐπ̓ ἐρημίας.’ Πάντα εἰποῦσα μόνον Χαιρέαν ἐσίγησεν. [11]Ἀλλὰ δέομαί σου, Διονύσιε ῾Ἕλλην γὰρ εἶ καὶ πόλεως φιλανθρώπου καὶ παιδείας μετείληφας᾿, μὴ γένῃ τοῖς τυμβωρύχοις ὅμοιος μηδὲ ἀποστερήσῃς με πατρίδος καὶ συγγενῶν. Μικρόν ἐστί σοι πλουτοῦντι σῶμα ἐᾶσαι: τὴν τιμὴν οὐκ ἀπολεῖς, ἐὰν ἀποδῷς με τῷ πατρί: Ἑρμοκράτης οὐκ ἔστιν ἀχάριστος. Τὸν Ἀλκίνοον ἀγάμεθα δὴ καὶ πάντες φιλοῦμεν ὅτι εἰς τὴν πατρίδα ἀνέπεμψε τὸν ἱκέτην. Ἱκετεύω δὲ κἀγώ. [12] Σῶσον αἰχμάλωτον ὀρφανήν. Εἰ δὲ μὲ μὴ δύναμαι ζῆν ὡς εὐγενής, αἱροῦμαι θάνατον ἐλεύθερον.’ Τούτων ἀκούων ἔκλαε προφάσει μὲν Καλλιρρόην, τὸ δὲ ἀληθὲς ἑαυτόν: ᾐσθάνετο γὰρ ἀποτυγχάνων τῆς ἐπιθυμίας. ‘Θάρρει δὲἔφη, ‘Καλλιρρόη, καὶ ψυχὴν ἔχε ἀγαθήν: οὐ γὰρ ἀτυχήσεις ὧν ἀξιοῖς: μάρτυν καλῶ τήνδε τὴν Ἀφροδίτην. Ἐν δὲ τῷ μεταξὺ θεραπείαν ἕξεις παῤ ἡμῖν δεσποίνης μᾶλλον δούλης.’


Καὶ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶνκατὰ πάνταφησὶνἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. Τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι τὸ δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός: οὐδὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι. [2] Πρόσεστι δὲ αὐτῇ καὶ τῶν λόγων πειθώ. Βεβίωταί [p. 37] μοι. Τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.’ Πρὸς τοῦτο ἀνέκραγεν Λεωνᾶςμὴ σύ γε, δέσποτα, μὴ καταράσῃ σεαυτῷ: κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς, ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν: [3] ταλάντου γὰρ αὐτὴν ἐπριάμην.’ ‘Ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως, ὃν βασιλεὺς Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ̓ ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐδὲ Θήρων λῃστής;’ [4] Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐδ̓ ἀπεγίνωσκε πείσειν ῾φύσει γὰρ εὔελπίς ἐστιν ἔρως᾿, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. Καλέσας οὖν τὴν Πλαγγόναδέδωκάς μοιφησὶνἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. Ἐγχειρίζω δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. Βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς. [5] Κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν: ἐπαίνει με παῤ αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι διηγοῦ. Βλέπε μὴ δεσπότην εἴπῃς.’ Συνῆκεν Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής: αἴφνης δὲ βαλοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν, ᾤχετο πρὸς τοῦτο. Παραγενομένη τοίνυν πρὸς τὴν Καλλιρρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο: καὶ τὸ ἀξιόπιστον ὡς σύμβουλον ἤθελεν ἔχειν.


Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τὁ̣̣̓ [p. 38] χωρίοις, προφάσεσι μὲν ἄλλοτε ἄλλαις, τὸ δὲ δὴ ἀληθές, οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρρόης δυνάμενος οὔτε ἐπάγεσθαι θέλων αὐτήν: ἔμελλε γὰρ περιβόητος ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγωγήσειν, ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως. [2] Ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν: τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. Εὗρε δὲ καιρὸν Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς: λαβομένη δὲ τῶν γονάτων αὐτῆςδέομαί σουφησίν, ‘κυρία, σῶσον ἡμᾶς: τῷ γὰρ ἀνδρί μου χαλεπαίνει Διονύσιος: φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος. [3] Οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς μόνη σύ: παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.’ Ὤκνει μὲν οὖν Καλλιρρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη, προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ̓ αὐτῆς. Ἵν̓ οὖν μὴ ἀχάριστος δοκῇκἀγὼ μὲνφησὶνεἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη: γένοιτο δὲ ἡμᾶς τυχεῖν.’ Ἐπεὶ δὲ ἦλθον, [4] ἐκέλευσεν Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼνἡκέτωφησί. [5] Στᾶσα δὲ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ̓ ὅμως ἐφθέγξατοἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι: [p. 39] φιλεῖ γάρ με ὡς θυγατέρα. Δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.’ [6] Ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. Συνεὶς οὖν Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνοςὀργίζομαι μὲνεἶπε, ‘καὶ οὐδεὶς ἂν ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας: χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε.’ Προσέπεσεν αὐτοῦ τοῖς γόνασιν Πλαγγών, καὶ Διονύσιος ἔφητοῖς Καλλιρρόης προσπίπτετε γόνασιν, [7] αὕτη γὰρ ὑμᾶς ἔσωσεν.’ Ἐπεὶ δὲ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷσὺ οὖνεἶπεχάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳκαὶ ἅμα ὤθησεν αὐτήν. δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι, προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.


Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος: οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ μεγαλόφρον: οὔτε δἰ ἀπειλῆς βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον βιασθήσεται. Μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴντὰ μὲν πρῶτά σοιφησὶνἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος: [2] ἐκεῖνο δέ με σέσωκεν ἀπολώλεκε. Σκόπει οὖν πῶς γυνὴ γυναικὸς περιγένῃ, σύμμαχον ἔχουσα κἀμέ. Γίνωσκε δὲ ἐλευθερίαν σοι προκειμένην τὸ ἆθλον καὶ πέπεισμαί σοι πολὺ ἥδιον εἶναι τῆς ἐλευθερίας, τὸ [p. 40] ζῆν Διονύσιον.’ Κελευσθεῖσα δὲ Πλαγγὼν πᾶσαν πεῖραν καὶ τέχνην προσέφερεν: ἀλλ̓ Καλλιρρόη πανταχόθεν ἀήττητος ἦν καὶ ἔμενε Χαιρέᾳ μόνῳ πιστή. [3] Κατεστρατηγήθη δ̓ ὑπὸ τῆς τύχης, πρὸς ἣν μόνην οὐδὲν ἰσχύει λογισμὸς ἀνθρώπου: φιλόνεικος γὰρ δαίμων, καὶ οὐδὲν ἀνέλπιστον παῤ αὐτῇ. Καὶ τότ̓ οὖν πρᾶγμα παράδοξον, μᾶλλον δὲ ἄπιστον κατώρθωκεν: ἄξιον δὲ ἀκοῦσαι τὸν τρόπον. [4] Ἐπεβούλευσεν τύχη τῇ σωφροσύνῃ τῆς γυναικός: ἐρωτικὴν γὰρ ποιησάμενοι τὴν πρώτην σύνοδον τοῦ γάμου Χαιρέας καὶ Καλλιρρόη, παραπλησίαν ἔσχον ὁρμὴν πρὸς τὴν ἀπόλαυσιν ἀλλήλων, ἰσόρροπος δὲ ἐπιθυμία τὴν συνουσίαν ἐποίησεν οὐκ ἀργήν. [5] Ὀλίγον οὖν πρὸ τοῦ πτώματος γυνὴ συνέλαβεν. Ἀλλὰ διὰ τοὺς κινδύνους καὶ τὴν ταλαιπωρίαν τὴν ὕστερον οὐ ταχέως συνῆκεν ἐγκύμων ᾿γενομένη: τρίτου δὲ μηνὸς ἀρχομένου, προύκοπτεν γαστήρ: ἐν δὲ τῷ λουτρῷ συνῆκεν Πλαγγών, ὡς ἂν ἤδη πεῖραν ἔχουσα τῶν γυναικείων. [6] Εὐθὺς μὲν οὖν ἐσίγησε διὰ τὸ πλῆθος τῶν θεραπαινίδων: περὶ δὲ τὴν ἑσπέραν σχολῆς γενομένης, παρακαθίσασα ἐπὶ τῆς κλίνηςἴσθιφησίν, ‘ τέκνον, ὅτι ἐγκύμων ὑπάρχεις.’ Ἀνέκλαυσεν Καλλιρρόη καὶ ὀλολύζουσα καὶ τίλλουσα τὴν κεφαλὴνἔτι καὶ τοῦτό μουφησὶταῖς συμφοραῖς, Τύχη, προστέθεικας, ἵνα καὶ τέκω [7] δοῦλον.’ Τύπτουσα δὲ τὴν γαστέρα εἶπενἄθλιον πρὸ τοῦ γεννηθῆναι γέγονας: ἐν τάφῳ καὶ χερσὶ λῃστῶν παρεδόθης. Εἰς ποῖον παρέρχῃ βίον; ἐπὶ ποίαις ἐλπίσι μέλλω σε κυοφορεῖν, ὀρφανὲ καὶ ἄπολι καὶ δοῦλε; Πρὸ τῆς γενέσεως πειράθητι θανάτου.’ Κατέσχε δὲ αὐτῆς τὰς χεῖρας Πλαγγών, ἐπαγγειλαμένη [p. 41] τῆς ὑστεραίας εὐκολωτέραν αὐτῇ ἔκτρωσιν παρασκευάσειν.


Γενομένη δὲ καθ̓ ἑαυτὴν ἑκατέρα τῶν γυναικῶν ἰδίους ἐλάμβανε λογισμούς: μὲν Πλαγγών, ὅτι καιρὸς ἐπιτήδειος πέφηνεν εἰς τὸ κατεργάσασθαι τὸν ἔρωτα τῷ δεσπότῃ, συνήγορον ἔχουσα τὸ κατὰ γαστρός: ‘εὕρηται πειθοῦς ἐνέχυρον: νικήσει σωφροσύνην γυναικὸς μητρὸς φιλοστοργία.’ Καὶ μὲν πιθανῶς τὴν πρᾶξιν συνετίθει: [2] Καλλιρρόη δὲ τὸ τέκνον ἐβουλεύετο φθεῖραι, λέγουσα πρὸς ἑαυτὴνἀλλ̓ ἐγὼ τέκω δεσπότῃ τὸν Ἑρμοκράτους ἔγγονον καὶ προενέγκω παιδίον, οὗ μηδεὶς οἶδε πατέρα. Τάχα δὲ ἐρεῖ τις τῶν φθονούντων ῾ἐν τῷ λῃστηρίῳ Καλλιρρόη συνέλαβεν.᾿ Ἀρκεῖ μόνην ἐμὲ δυστυχεῖν. [3] Οὐ συμφέρει σοι, παιδίον, εἰς βίον ἄθλιον παρελθεῖν, ὃν ἔδει καὶ γεννώμενον φυγεῖν. Ἄπιθι ἐλεύθερος, ἀπαθὴς κακῶν. Μηδὲν ἀκούσῃς τῶν περὶ τῆς μητρὸς διηγημάτων.’ Πάλιν δὲ μετενόει καί πως ἔλεος αὐτὴν τοῦ κατὰ γαστρὸς εἰσῄει. ‘Βουλεύῃ τεκνοκτονῆσαι, πασῶν ἀσεβεστάτη, καὶ Μηδείας λαμβάνεις λογισμούς; [4] Ἀλλὰ καὶ τῆς Σκυθίδος ἀγριωτέρα δόξεις: ἐκείνη μὲν γὰρ ἐχθρὸν εἶχε τὸν ἄνδρα, σὺ δὲ τὸ Χαιρέου τέκνον θέλεις ἀποκτεῖναι καὶ μηδὲ ὑπόμνημα τοῦ περιβοήτου γάμου καταλιπεῖν. Τί δ̓ ἂν υἱὸς ; τί δ̓ ἂν ὅμοιος τῷ πατρί; τί δ̓ ἂν εὐτυχέστερος ἐμοῦ; Μήτηρ ἀποκτείνῃ τὸν ἐκ τάφου σωθέντα καὶ λῃστῶν; [5] Πόσων ἀκούομεν θεῶν παῖδας καὶ βασιλέων ἐν δουλείᾳ γεννηθέντας ὕστερον ἀπολαβόντας τὸ τῶν πατέρων ἀξίωμα, τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα καὶ Κῦρον; Πλεύσῃ μοι καὶ σύ, τέκνον, εἰς Σικελίαν: ζητήσεις πατέρα καὶ πάππον καὶ τὰ τῆς μητρὸς αὐτοῖς διηγήσῃ. Ἀναχθήσεται στόλος ἐκεῖθεν ἐμοὶ βοηθῶν [p. 42] Σύ, [6] τέκνον, ἀλλήλοις ἀποδώσεις τοὺς γονεῖς.’ Ταῦτα λογιζομένῃ δἰ ὅλης τῆς νυκτὸς ὕπνος ἐπῆλθε πρὸς ὀλίγον. Ἐπέστη δὲ αὐτῇ εἰκὼν Χαιρέου πάντ̓ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ̓ εἰκυῖα, καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο. Ἑστὼς δὲπαρατίθεμαί σοιφησίν, ‘ γύναι, τὸν υἱόν.’ Ἔτι δὲ βουλομένου λέγειν ἀνέθορεν Καλλιρρόη, θέλουσα αὐτῷ περιπλακῆναι. Σύμβουλον οὖν τὸν ἄνδρα νομίσασα θρέψαι τὸ παιδίον ἔκρινε.


Τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλωσεν. δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν, ἀλλ̓ἀδύνατόν ἐστί σοιφησίν, ‘ γύναι, τὸ τέκνον θρέψαι παῤ ἡμῖν: γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται δἰ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ τὸ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβανεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ, [2] Κρεῖττον οὖν μοι δοκεῖ πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον γεννηθὲν ἀπολέσθαι: κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν ἄχρηστον. Ἐγὼ δέ σε φιλοῦσα συμβουλεύω τἀληθῆ.’ Βαρέως ἤκουσεν Καλλιρρόη καὶ προσπεσοῦσα τοῖς γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην, [3] δἰ ἧς τὸ παιδίον θρέψει. Πολλὰ τοίνυν ἀρνησαμένη, δύο καὶ τρεῖς ἡμέρας ὑπερθεμένη τὴν ἀπόκρισιν, ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις, ἀξιοπιστοτέρα γενομένη πρῶτον μὲν αὐτὴν ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖραςτὰ μεγάλαφησὶτῶν πραγμάτων, γύναι, μεγάλαις [p. 43] ἐπινοίαις κατορθοῦται: κἀγὼ διὰ τὴν εὔνοιαν τὴν πρὸς σὲ προδίδωμι τὸν δεσπότην. [4] Ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, παντάπασιν ἀπολέσθαι τὸ παιδίον γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμπροτάτης οἰκίας. Καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. Ἑλοῦ δέ, πότερον θέλεις.’ ‘Καὶ τίς οὕτωςεἶπενἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓ εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.’ [5] Ἤρετο οὖν Πλαγγὼνπόσον δοκεῖς χρόνον ἔχειν τῆς συλλήψεως;’ δὲδύο μῆναςεἶπεν. ‘ χρόνος οὖν ἡμῖν βοηθεῖ: δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον ἐκ Διονυσίου τετοκέναι.’ Πρὸς τοῦτο ἀνέκραγεν [6] Καλλιρρόημᾶλλον ἀπολέσθω.’ Καὶ Πλαγγὼν κατειρωνεύσατο αὐτῆςκαλῶς, γύναι, φρονεῖς, βουλομένη μᾶλλον ἐκτρῶσαι. Τοῦτο πράττωμεν: ἀκινδυνότερον γὰρ ἐξαπατᾶν δεσπότην. Πανταχόθεν ἀπόκοψόν σου τὰ τῆς εὐγενείας ὑπομνήματα, [7] μηδ̓ ἐλπὶς ἔστω σοι πατρίδος. Συνάρμοσαι τῇ παρούσῃ τύχῃ καὶ ἀκριβῶς γενοῦ δούλη.’ Ταῦτα τῆς Πλαγγόνος παραινούσης οὐδὲν ὑπώπτευε Καλλιρρόη, μείραξ εὐγενὴς καὶ πανουργίας ἄπειρος δουλικῆς: ἀλλ̓ ὅσῳ μᾶλλον ἐκείνη τὴν φθορὰν ἔσπευδε, τοσούτῳ μᾶλλον αὐτὴ τὸ κατὰ γαστρὸς ἠλέει καὶδός μοιφησὶκαιρὸν εἰς σκέψιν: περὶ τῶν μεγίστων γάρ ἐστιν αἵρεσις, [8] σωφροσύνης τέκνου.’ Πάλιν τοῦτο ἐπῄνεσεν Πλαγγών, ὅτι μὴ προπετῶς αἱρεῖται τὸ ἕτερον: ‘πιθανὴ γὰρ εἰς ἑκάτερον ῥοπή: τὸ μὲν γὰρ ἔχει πίστιν γυναικός, τὸ δὲ μητρὸς φιλοστοργίαν. Καιρὸς δ̓ οὐκ ἔστιν ὅμως μακρᾶς ἀναβολῆς, ἀλλὰ τῆς ὑστεραίας δεῖ πάντως θατέρου ἔχεσθαι, [p. 44] πρὶν ἔκπυστόν σου τὴν γαστέρα γενέσθαι.’ Συνέθεντο ταῦτα καὶ ἀπηλλάγησαν ἀλλήλων.


Ἀνελθοῦσα δὲ εἰς τὸ ὑπερῷον Καλλιρρόη καὶ συγκλείσασα τὰς θύρας τὴν εἰκόνα Χαιρέου τῇ γαστρὶ προσέθηκε καὶἰδοὺφησὶτρεῖς γεγόναμεν, ἀνὴρ καὶ γυνὴ καὶ τέκνον. Βουλευσώμεθα περὶ τοῦ κοινῇ συμφέροντος. Ἐγὼ μὲν οὖν πρώτη τὴν ἐμὴν γνώμην ἀποφαίνομαι: θέλω γὰρ ἀποθανεῖν Χαιρέου μόνου γυνή. Τοῦτό μοι καὶ γονέων ἥδιον καὶ πατρίδος καὶ τέκνου, πεῖραν ἑτέρου ἀνδρὸς μὴ λαβεῖν. [2] Σὺ δέ, παιδίον, ὑπὲρ σεαυτοῦ τί αἱρῇ; φαρμάκῳ τελευτῆσαι, πρὶν τὸν ἥλιον ἰδεῖν, καὶ μετὰ τῆς μητρὸς ἐρρῖφθαι, τάχα δὲ μηδὲ ταφῆς ἀξιωθῆναι, ζῆν καὶ δύο πατέρας ἔχειν, τὸν μὲν Σικελίας τὸν δὲ Ἰωνίας πρῶτον; Ἀνὴρ δὲ γενόμενος γνωρισθήσῃ ῥᾳδίως ὑπὸ τῶν συγγενῶν: πέπεισμαι γὰρ ὅτι ὅμοιόν σε τέξομαι τῷ πατρί: καὶ καταπλεύσεις λαμπρῶς ἐπὶ τριήρους Μιλησίας, ἡδέως δὲ Ἑρμοκράτης ἔγγονον ἀπολήψεται, [3] στρατηγεῖν ἤδη δυνάμενον. Ἐναντίαν μοι φέρεις, τέκνον, ψῆφον καὶ οὐκ ἐπιτρέπεις ἡμῖν ἀποθανεῖν. Πυθώμεθά σου καὶ τοῦ πατρός. Μᾶλλον δὲ εἴρηκεν: αὐτὸς γάρ μοι παραστὰς ἐν τοῖς ὀνείροις ῾παρατίθεμαί σοἰ φησὶ ῾τὸν υἱόν.᾿ Μαρτύρομαί σε, Χαιρέα, σύ [4] με Διονυσίῳ νυμφαγωγεῖς.’ Ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν τούτοις ἦν τοῖς λογισμοῖς καὶ οὐ δἰ αὑτὴν ἀλλὰ διὰ τὸ βρέφος ἐπείθετο ζῆν: τῆς δὲ ὑστεραίας ἐλθοῦσα Πλαγγὼν πρῶτον μὲν καθῆστο σκυθρωπὴ καὶ σχῆμα συμπαθὲς ἐπεδείξατο, [5] σιγὴ δὲ ἦν ἀμφοτέρων. Ἐπεὶ δὲ μακρὸς ἐγίνετο χρόνος, Πλαγγὼν ἐπύθετοτί σοι δέδοκται; τί ποιῶμεν; καιρὸς γὰρ οὐκ ἔστι τοῦ μέλλειν.’ Καλλιρρόη δὲ ἀποκρίνασθαι μὲν ταχέως οὐκ ἐδύνατο κλάουσα [p. 45] καὶ συγκεχυμένη, μόλις δὲ εἶπετὸ τέκνον με προδίδωσιν ἀκούσης ἐμοῦ: σὺ πρᾶττε τὸ συμφέρον: δέδοικα δὲ μή, κἂν ὑπομείνω τὴν ὕβριν, Διονύσιός μου καταφρονήσῃ τῆς τύχης καὶ παλλακὴν μᾶλλον γυναῖκα νομίσας οὐ θρέψῃ τὸ ἐξ ἄλλου γεννώμενον [6] κἀγὼ μάτην ἀπολέσω τὴν σωφροσύνην.’ Ἔτι λεγούσης Πλαγγὼν ὑπολαβοῦσαἔγωγεφησὶπερὶ τούτων προτέρα σοῦ βεβούλευμαι: δὲ γὰρ τοῦ δεσπότου μᾶλλον ἤδη φιλῶ. Πιστεύω μὲν οὖν Διονυσίου τῷ τρόπῳ, χρηστὸς γάρ ἐστιν: ἐξορκιῶ δ̓ ὅμως αὐτόν, κἂν δεσπότης : δεῖ πάντα ἡμᾶς ἀσφαλῶς πράττειν. Καὶ σύ, τέκνον, ὅπως μ̓ ἀντευποιήσεις. Ἄπειμι δὲ ἐγὼ τὴν πρεσβείαν κομιοῦσα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: