previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πάντων δὲ ἐξιόντων μετὰ βασιλέως ἐπὶ τὸν πόλεμον τὸν πρὸς τοὺς Αἰγυπτίους Χωέᾳ παρήγγειλεν οὐδείς: βασιλέως γὰρ δοῦλος οὐκ ἦν, ἀλλὰ τότε μόνος ἐν Βαβυλῶνι ἐλεύθερος. Ἔχαιρε δὲ ἐλπίζων ὅτι Καλλιρρόη μενεῖ. Τῆς οὖν ὑστεραίας ἦλθεν ἐπὶ τὰ βασίλεια, ζητῶν τὴν γυναῖκα. [2] Κεκλεισμένα δὲ ἰδὼν καὶ πολλοὺς ἐπὶ θύραις τοὺς φυλάσσοντας περιῄει τὴν πόλιν ὅλην ἐξερευνώμενος καὶ συνεχῶς καθάπερ ἐμμανὴς Πολυχάρμου τοῦ φίλου πυνθανόμενοςΚαλλιρρόη δὲ ποῦ; τί γέγονεν; οὐ δήπου γὰρ [3] καὶ αὐτὴ στρατεύεται.’ Μὴ εὑρὼν δὲ Καλλιρρόην ἐζήτει Διονύσιον τὸν ἀντεραστὴν καὶ ἧκεν ἐπὶ τὴν οἰκίαν τὴν ἐκείνου. Προῆλθεν οὖν τις ὥσπερ εὐκαίρως, καὶ εἶπεν ἅπερ ἦν δεδιδαγμένος. Θέλων γὰρ Διονύσιος ἀπελπίσαι Χαιρέαν τὸν Καλλιρρόης γάμον καὶ μηκέτι μένειν τὴν δίκην, ἐπενόησέ τι τοιοῦτον. [4] Ἐξιὼν ἐπὶ τὴν μάχην κατέλιπε τὸν ἀπαγγελοῦντα πρὸς Χαιρέαν ὅτι βασιλεὺς Περσῶν χρείαν ἔχων συμμάχων πέπομφε Διονύσιον ἀθροῖσαι στρατιὰν ἐπὶ τὸν Αἰγύπτιον καί, ἵνα πιστῶς αὐτῷ καὶ προθύμως ἐξυπηρετῆται, Καλλιρρόην ἀπέδωκε. Ταῦτα ἀκούσας Χαιρέας ἐπίστευσεν εὐθύς: εὐεξαπάτητον γὰρ ἄνθρωπος [p. 123] δυστυχῶν. [5] Καταρρηξάμενος οὖν τὴν ἐσθῆτα καὶ σπαράξας τὰς τρίχας, τὸ στέρνον ἅμα παίων ἔλεγενἄπιστε Βαβυλών, κακὴ ξενοδόκε, ἐπ̓ ἐμοῦ δὲ καὶ ἐρήμη. καλοῦ δικαστοῦ: προαγωγὸς γέγονεν ἀλλοτρίας γυναικός. Ἐν πολέμῳ γάμοι. Κἀγὼ μὲν ἐμελέτων τὴν δίκην καὶ πάνυ ἐπεπείσμην δίκαια ἐρεῖν: ἐρήμην δὲ κατεκρίθην καὶ Διονύσιος νενίκηκε σιγῶν. [6] Ἀλλ̓ οὐδὲν ὄφελος αὐτῷ τῆς νίκης: οὐ γὰρ ζήσεται Καλλιρρόη παρόντος διαζευχθεῖσα Χαιρέου, καὶ τὸ πρῶτον ἐξηπάτησεν αὐτὴν τὸ δοκεῖν ἐμὲ τεθνηκέναι. Τί οὖν ἐγὼ βραδύνω καὶ οὐκ ἀποσφάζω πρὸ τῶν βασιλείων ἐμαυτόν, προσχέας τὸ αἷμα ταῖς θύραις τοῦ δικαστοῦ; γνώτωσαν Πέρσαι καὶ Μῆδοι, κῶς βασιλεὺς ἐδίκασεν ἐνταῦθα.’ [7] Πολύχαρμος δὲ ἰδὼν ἀπαρηγόρητον ἑαυτῷ τὴν συμφορὰν καὶ ἀδύνατον σωθῆναι Χαιρέανπάλαι μὲνἔφηπαρεμυθούμην σε, φίλτατε, καὶ πολλάκις ἀποθανεῖν ἐκώλυσα, νῦν δέ μοι δοκεῖς καλῶς βεβουλεῦσθαι: καὶ τοσοῦτον ἀποδέω τοῦ σε κωλύειν, ὥστε καὶ αὐτὸς ἤδη συναποθανεῖν ἕτοιμος. Σκεψώμεθα δὲ θανάτου τρόπον, ὅστις ἂν γένοιτο βελτίων: ὃν γὰρ σὺ διανοῇ, φέρει μέν τινα φθόνον βασιλεῖ καὶ πρὸς τὸ μέλλον αἰσχύνην, οὐ μεγάλην δὲ ἐκδικίαν ὧν πεπόνθαμεν. [8] Δοκεῖ δέ μοι τὸν ἅπαξ ὑφ̓ ἡμῶν ὡρισμένον θάνατον εἰς ἄμυναν καταχρήσασθαι τοῦ τυράννου: καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι μετανοεῖν, ἔνδοξον καὶ τοῖς ὕστερον ἐσομένοις διήγημα καταλείποντας ὅτι δύο Ἕλληνες ἀδικηθέντες ἀντελύπησαν τὸν μέγαν βασιλέα καὶ ἀπέθανον ὡς [9] ἄνδρες.’ ‘Πῶς οὖνεἶπε Χαιρέαςἡμεῖς οἱ μόνοι καὶ πένητες καὶ ξένοι τὸν κύριον τηλικούτων καὶ τοσούτων ἐθνῶν καὶ δύναμιν ἔχοντα, ὅσην ἑωράκαμεν, [p. 124] λυπῆσαι δυνάμεθα; τοῦ μὲν γὰρ σώματος αὐτῷ φυλακαὶ καὶ προφυλακαί, κἂν ἀποκτείνωμεν δέ τινα τῶν ἐκείνου, κἂν ἐμπρήσωμέν τι τῶν ἐκείνου κτημάτων, [10] οὐκ αἰσθήσεται τῆς βλάβης.’ ‘Ὀρθῶς ἂνἔφη Πολύχαρμοςταῦτα ἔλεγες, εἰ μὴ πόλεμος ἦν: νῦν δὲ ἀκούομεν Αἴγυπτον μὲν ἀφεστάναι, Φοινίκην δὲ ἑαλωκέναι, Συρίαν δὲ κατατρέχεσθαι. Βασιλεῖ δὲ πόλεμος ἀπαντήσει καὶ πρὸ τοῦ διαβῆναι τὸν Εὐφράτην. [11] Οὐκ ἐσμὲν οὖν οἱ δύο μόνοι, τοσούτους δὲ ἔχομεν συμμάχους, ὅσους Αἰγύπτιος ἄγει, τοσαῦτα ὅπλα, τοσαῦτα χρήματα, τοσαύτας τριήρεις. Χρησώμεθα ἀλλοτρίᾳ δυνάμει πρὸς τὴν ὑπὲρ ἑαυτῶν ἄμυναν.’ Οὔπω πᾶν εἴρητο ἔπος καὶ Χαιρέας ἀνεβόησεσπεύδωμεν, ἀπίωμεν. Δίκας ἐν τῷ πολέμῳ λήψομαι παρὰ τοῦ δικαστοῦ.’


Ταχέως τοίνυν ὁρμήσαντες ἐδίωκον βασιλέα, προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι: διὰ γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι τὸν Εὐφράτην. Κατέλαβον δὲ τὴν στρατιὰν ἐπὶ τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολούθουν. [2] Ἐπεὶ δὲ ἧκον εἰς Συρίαν, ηὐτομόλησαν πρὸς τὸν Αἰγύπτιον, λαβόντες δὲ αὐτοὺς οἱ φύλακες ἐξήταζον τίνες εἶεν: σχῆμα γὰρ πρεσβευτῶν οὐκ ἔχοντες ὑπωπτεύοντο κατάσκοποι μᾶλλον. Ἔνθα καὶ παρεκινδύνευσαν, εἰ μὴ εἶς γέ τις Ἕλλην ἐκεῖ κατὰ τύχην εὑρεθεὶς συνῆκε τῆς φωνῆς: ἠξίουν δὲ ἄγεσθαι πρὸς βασιλέα, ὡς μέγα ὄφελος αὐτῷ κομίζοντες. [3] Ἐπεὶ δὲ ἤχθησαν, Χαιρέας εἶπενἡμεῖς Ἕλληνες ἐσμὲν Συρακούσιοι τῶν εὐπατριδῶν. Οὗτος μὲν οὖν εἰς Βαβυλῶνα φίλος ἐμὸς ὢν ἦλθε δἰ ἐμέ, ἐγὼ δὲ διὰ τὴν γυναῖκα, τὴν Ἑρμοκράτους θυγατέρα, εἴ τινα Ἑρμοκράτην ἀκούεις στρατηγὸν Ἀθηναίους [p. 125] καταναυμαχήσαντα.’ Ἐπένευσεν Αἰγύπτιος, [4] οὐδὲν γὰρ ἔθνος ἄπυστον ἦν τῆς Ἀθηναίων δυστυχίας, ἣν ἐδυστύχησαν ἐν τῷ πολέμῳ τῷ Σικελικῷ. ‘Τετυράννηκε δὲ ἡμῶν Ἀρταξέρξης,’ καὶ πάντα διηγήσατο. ‘Φέροντες οὖν ἑαυτοὺς δίδομέν σοι φίλους πιστούς, δύο τὰ προτρεπτικώτατα εἰς ἀνδρείαν ἔχοντες, θανάτου καὶ ἀμύνης ἔρωτα: ἤδη γὰρ ἐτεθνήκειν ὅσον ἐπὶ ταῖς συμφοραῖς, λοιπὸν δὲ ζῶ εἰς μόνον τὸ λυπῆσαι τὸν ἐχθρόν. Μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην, ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.’ [5] Ταῦτα ἀκούσας Αἰγύπτιος ἥσθη καὶ τὴν δεξιὰν ἐμβαλὼνεἰς καιρὸν ἥκειςφησίν, ‘ νεανία, σεαυτῷ τε κἀμοί.’ Παραυτίκα μὲν οὖν αὐτοῖς ἐκέλευσεν ὅπλα δοθῆναι καὶ σκηνήν, μετ̓ οὐ πολὺ δὲ καὶ ὁμοτράπεζον ἐποιήσατο Χαιρέαν, εἶτα καὶ σύμβουλον: ἐπεδείκνυτο γὰρ φρόνησίν τε καὶ θάρσος, μετὰ τούτων δὲ καὶ πίστιν, οἷα δὴ καὶ φύσεως ἀγαθῆς καὶ παιδείας οὐκ ἀπρονόητος. [6] Ἐπήγειρε δὲ μᾶλλον αὐτὸν καὶ διαπρεπέστερον ἐποίησεν πρὸς βασιλἕ̣̣̓φιλονεικία καὶ τὸ δεῖξαι θέλειν ὅτι οὐκ ἦν εὐκαταφρόνητος, ἀλλ̓ ἄξιος τιμῆς. Εὐθὺς οὖν ἔργον ἐπεδείξατο μέγα. Τῷ μὲν Αἰγυπτίῳ τὰ μὲν ἄλλα προυκεχωρήκει ῥᾳδίως καὶ κύριος ἐγεγόνει τῆς Κοίλης Συρίας ἐξ ἐπιδρομῆς, ὑποχείριος δὲ ἦν αὐτῷ καὶ Φοινίκη πλὴν Τύρου. [7] Τύριοι δὲ φύσει γένος εἰσὶ μαχιμώτατον καὶ κλέος ἐπ̓ ἀνδρείᾳ θέλουσι κεκτῆσθαι, μὴ δόξωσι καταισχύνειν τὸν Ἡρακλέα, φανερώτατον θεὸν παῤ αὐτοῖς καὶ μόνῳ σχεδὸν ἀνατεθείκασι τὴν πόλιν. Θαρροῦσι δὲ καὶ τῇ ὀχυρότητι τῆς οἰκήσεως. [8] μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον [p. 126] εἶναι: ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ τὴν ἐπιβάθραν. [9] Πανταχόθεν οὖν αὐτοῖς τὸν πόλεμον ἀποκλεῖσαι ῥᾴδιον: τὴν μὲν πεζὴν στρατιὰν ἐκ τῆς θαλάττης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας.


Πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι Τύριοι τῶν Αἰγυπτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν τῷ Πέρσῃ φυλάττοντες. Ἐπὶ τούτῳ δυσχεραίνων Αἰγύπτιος συνήγαγε βουλήν. Τότε πρῶνον Χαιρέαν παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδεἌνδρες σύμμαχοι, [2] δούλους γὰρ οὐκ ἂν εἴποιμι τοὺς φίλους, ὁρᾶτε τὴν ἀπορίαν ὅτι ὥσπερ ναῦς ἐπὶ πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα καὶ Τύρος παγχάλεπος κατέχει σπεύδοντας ἡμᾶς: ἐπείγεται δὲ καὶ βασιλεύς, ὡς πυνθανόμεθα. Τί οὖν χρὴ πράττειν; οὔτε γὰρ ἑλεῖν Τύρον ἔνεστιν, οὔτε ὑπερβῆναι, καθάπερ δὲ τεῖχος ἐν μέσῳ κειμένη τὴν Ἀσίαν ἡμῖν πᾶσαν ἀποκλείει. Δοκεῖ δέ μοι τὴν ταχίστην ἐντεῦθεν ἀπιέναι, πρὶν τὴν Περσῶν δύναμιν τοῖς Τυρίοις προσγενέσθαι. [3] Κίνδυνος δὲ καταληφθεῖσιν ἡμῖν ἐν τῇ πολεμίᾳ. Τὸ δὲ Πηλούσιον ὀχυρόν, ἔνθα οὔτε Τυρίους οὔτε Μήδους οὔτε πάντας ἀνθρώπους ἐπιόντας δεδοίκαμεν: ψάμμος τε γὰρ ἀδιόδευτος καὶ εἴσοδος ὀλίγη καὶ θάλασσα ἡμετέρα καὶ Νεῖλος Αἰγυπτίους φιλῶν.’ Ταῦτα εἰπόντος λίαν εὐλαβῶς σιωπὴ πάντων ἐγένετο καὶ κατήφεια: μόνος δὲ Χαιρέας ἐτόλμησεν εἰπεῖν βασιλεῦ, [4] σὺ γὰρ ἀληθῶς βασιλεύς, οὐχ Πέρσης, κάκιστος ἀνθρώπων: λελύπηκάς με σκεπτόμενος περὶ φυγῆς ἐν ἐπινικίοις: νικῶμεν γάρ, ἂν θεοὶ θέλωσι, καὶ οὐ μόνον Τύρον ἕξομεν, ἀλλὰ καὶ [p. 127] Βαβυλῶνα. Πολλὰ δὲ ἐν πολέμῳ τὰ ἐμπόδια γίνεται, πρὸς δεῖ μὴ παντάπασιν ἀποκνεῖν, ἀλλ̓ ἐγχειρεῖν προβαλλομένους ἀεὶ τὴν ἀγαθὴν ἐλπίδα. [5] Τούτους δὲ ἐγώ σοι τοὺς Τυρίους, τοὺς νῦν καταγελῶντας, γυμνοὺς ἐν πέδαις παραστήσω. Εἰ δὲ ἀπιστεῖς, ἐμὲ προθυσάμενος ἀπέρχου: ζῶν γὰρ οὐ κοινωνήσω φυγῆς. Ἂν δὲ καὶ πάντως θέλῃς, ὀλίγους ἐμοὶ κατάλιπε τοὺς ἑκουσίως μενοῦντας: νῶῖ δ̓ ἐγὼ Πολύχαρμός τε μαχησόμεθα: σὺν γὰρ θεῷ εἰλήλουθμεν.’ [6] ᾘδέσθησαν πάντες μὴ συγκαταθέσθαι τῇ Χαιρέου γνώμῃ: βασιλεὺς δὲ θαυμάσας αὐτοῦ τὸ φρόνημα συνεχώρησεν ὁπόσον βούλεται τῆς στρατιᾶς ἐπίλεκτον λαβεῖν. δὲ οὐκ εὐθὺς εἵλετο, ἀλλὰ καταμίξας ἑαυτὸν εἰς τὸ στρατόπεδον καὶ Πολύχαρμον κελεύσας τὸ αὐτὸ πρῶτον ἀνηρεύνα εἴ τινες εἶεν Ἕλληνες ἐν τῷ στρατοπέδῳ. [7] Πλείονες μὲν οὖν ηὑρέθησαν οἱ μισθοφοροῦντες, ἐξελέξατο δὲ Λακεδαιμονίους καὶ Κορινθίους καὶ τοὺς ἄλλους Πελοποννησίους: εὗρε δὲ καὶ ὡς εἴκοσι Σικελιώτας. Ποιήσας οὖν τριακοσίους τὸν ἀριθμὸν ἔλεξεν ὧδεἌνδρες Ἕλληνες, [8] ἐμοὶ βασιλέως ἐξουσίαν παρασχόντος ἐπιλέξασθαι τῆς στρατιᾶς τοὺς ἀρίστους, εἱλόμην ὑμἇ̣̣̓ καὶ γὰρ αὐτὸς Ἕλλην εἰμί, Συρακούσιος, γένος Δ῾̣̣̓. Δεῖ δὲ ὑμᾶς μὴ μόνον εὐγενείᾳ τῶν ἄλλων%5 ἀλλὰ καὶ ἀρετῇ διαφέρειν. [9] Μηδεὶς οὖν καταπλαγῇ τὴν πρᾶξιν, ἐφ̓ ἣν ὑμᾶς παρακαλῶ, καὶ γὰρ δυνατὴν εὑρήσομεν καὶ ῥᾳδίαν, δόξῃ μᾶλλον πείρᾳ δύσκολον. Ἕλληνες ἐν Θερμοπύλαις τοσοῦτοι Ξέρξην ὑπέστησαν. Τύριοι δὲ οὐκ εἰσὶ πεντακόσιαι μυριάδες, ἀλλὰ ὀλίγοι καὶ καταφρονήσει μετ̓ ἀλαζονείας, οὐ φρονήματι μετ̓ εὐβουλίας χρώμενοι. [p. 128] [10] Γνώτωσαν οὖν πόσον Ἕλληνες Φοινίκων διαφέρουσιν. Ἐγὼ δὲ οὐκ ἐπιθυμῶ στρατηγίας, ἀλλ̓ ἕτοιμος ἀκολουθεῖν ὅστις ἂν ὑμῶν ἄρχειν θέλῃ: πειθόμενον γὰρ εὑρήσει, ἐπεὶ καὶ δόξης οὐκ ἐμῆς ἀλλὰ κοινῆς ὀρέγομαι.’ Πάντες ἐπεβόησανσὺ στρατήγει βουλομένων.’ ἜφηΣτρατηγῶ καὶ τὴν ἀρχήν μοι ὑμεῖς δεδώκατε: [11] διὰ τοῦτο πειράσομαι πάντα πράττειν, ὥστε ὑμᾶς μὴ μετανοεῖν τὴν πρὸς ἐμὲ εὔνοιάν τε καὶ πίστιν ᾑρημένους. Ἀλλ̓ ἔν τε τῷ παρόντι σὺν θεοῖς ἔνδοξοι καὶ περίβλεπτοι γενήσεσθε καὶ πλουσιώτατοι τῶν συμμάχων, εἴς τε τὸ μέλλον ὄνομα καταλείψετε τῆς ἀρετῆς ἀθάνατον καὶ πάντες ὑμνήσουσιν ὡς τοὺς μετὰ Ὀθρυάδου τριακοσίους τοὺς μετὰ Λεωνίδου, οὕτως καὶ τοὺς μετὰ Χαιρέου ἀνευφημήσουσιν.’ Ἔτι λέγοντος πάντες ἀνέκραγονἡγοῦ,’ καὶ πάντες ὥρμησαν ἐπὶ τὰ ὅπλα.


Κοσμήσας δὲ αὐτοὺς Χαιρέας ταῖς καλλίσταις πανοπλίαις ἤγαγεν ἐπὶ τὴν βασιλέως σκηνήν. Ἰδὼν δὲ Αἰγύπτιος ἐθαύμασε καὶ ἄλλους ὁρᾶν ὑπελάμβανεν, οὐ τοὺς συνήθεις, ἐπηγγείλ̣̣̔̓ δὲ αὐτοῖς μεγάλας δωρεάς. [2]Ταῦτα μὲνἔφη Χαιῥ̣̣̓πιστεύομεν: σὺ δὲ ἔχε τὴν ἄλλην στρατιὰν ἐν τοῖς ὅπλοις καὶ μὴ πρότερον ἐπέλθῃς τῇ Τύρῳ, πρὶν κρατήσωμεν αὐτῆς καὶ ἀναβάντες ἐπὶ τὰ τείχη καλῶμεν ὑμᾶς.’ [3]Οὕτωςἔφηποιήσειαν οἱ θεοί.’ Συνεσπειραμένους οὖν Χαιρέας ἐκείνους ἤγαγεν ἐπὶ τὴν Τύρον, ὥστε πολὺ ἐλάττονας δόξαι: καὶ ὡς ἀληθῶς ἀσπὶς ἄῤ ἀσπίδ̓ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ̓ ἀνήρ. [p. 129] καὶ τὸ μὲν πρῶτον οὐδὲ καθεωρῶντο ὑπὸ τῶν πολεμίων: ὡς δ̓ ἐγγὺς ἦσαν, βλέποντες αὐτοὺς οἱ ἀπὸ τῶν τειχῶν ἐσήμαινον τοῖς ἔνδον, πᾶν μᾶλλον πολεμίους εἶναι προσδοκῶντες. [4] Τίς γὰρ ἂν καὶ προσεδόκησε τοσούτους ὄντας ἐπὶ τὴν δυνατωτάτην πόλιν παραγίνεσθαι, πρὸς ἣν οὐδέποτε ἐθάρρησεν ἐλθεῖν οὐδὲ πᾶσα τῶν Αἰγυπτίων δύναμις; ἐπεὶ δὲ τοῖς τείχεσιν ἐπλησίαζον, ἐπυνθάνοντο τίνες εἶεν καὶ τί βούλοιντο. [5] Χαιρέας δὲ ἀπεκρίνατοἡμεῖς Ἕλληνες μισθοφόροι παρὰ τοῦ Αἰγυπτίου τὸν μισθὸν οὐκ ἀπολαμβάνοντες ἀλλὰ καὶ ἐπιβουλευθέντες ἀπολέσθαι πάρεσμεν πρὸς ὑμᾶς, μεθ̓ ὑμῶν ἀμύνεσθαι [6] θέλοντες τὸν κοινὸν ἐχθρόν.’ Ἐμήνυσέ τις ταῦτα τοῖς ἔνδον καὶ ἀνοίξας τὰς πύλας προῆλθεν στρατηγὸς μετ̓ ὀλίγων. Τοῦτον πρῶτον Χαιρέας ἀποκτείνας ὥρμησεν ἐπὶ τοὺς ἄλλους, τύπτε δ̓ ἐπιστροφάδην: τῶν δὲ στόνος ὤρνυτ̓ ἀεικής. ἄλλος δ̓ ἄλλον ἐφόνευεν, ὥσπερ λέοντες εἰς ἀγέλην βοῶν ἐμπεσόντες ἀφύλακτον: οἰμωγὴ δὲ καὶ θρῆνος κατεῖχε τὴν πόλιν ἅπασαν, ὀλίγων μὲν τὸ γινόμενον ὁρώντων, πάντων δὲ θορυβουμένων. [7] Καὶ ὄχλος ἄτακτος ἐξεχεῖτο διὰ τῆς πύλης, βουλόμενος θεάσασθαι τὸ συμβεβηκός. Τοῦτο μάλιστα τοὺς Τυρίους ἀπώλεσεν. [8] Οἱ μὲν γὰρ ἔνδοθεν ἐξελθεῖν ἐβιάζοντο, οἱ δὲ ἔξω παιόμενοι καὶ κεντούμενοι ξίφεσι καὶ λόγχαις εἴσω πάλιν ἔφευγον, ἀπαντῶντες δ̓ ἀλλήλοις ἐν στενοχωρίᾳ πολλὴν ἐξουσίαν παρεῖχον τοῖς φονεύουσιν. Οὔκουν οὐδὲ τὰς πύλας δυνατὸν ἦν κλεῖσαι, σεσωρευμένων ἐν αὐταῖς τῶν νεκρῶν. [9] Ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ μόνος ἐσωφρόνησε Χαιρέας: βιασάμενος γὰρ τοὺς ἀπαντῶντας [p. 130] καὶ εἴσω τῶν πυλῶν γενόμενος ἀνεπήδησεν ἐπὶ τὰ τείχη δέκατος αὐτὸς καὶ ἄνωθεν ἐσήμαινε καλῶν τοὺς Αἰγυπτίους, οἱ δὲ λόγου θᾶττον παρῆσαν καὶ Τύρος ἑαλώκει. [10] Τύρου δὲ ἁλούσης οἱ μὲν ἄλλοι πάντες ἑώρταζον, μόνος δὲ Χαιρέας οὔτε ἔθυσεν οὔτε ἐστεφανώσατο. ‘Τί γάρ μοι ὄφελος ἐπινικίων, ἂν σύ, Καλλιρρόη, μὴ βλέπῃς; οὐκέτι στεφανώσομαι μετ̓ ἐκείνην τὴν γαμήλιον νύκτα. Εἴτε γὰρ τέθνηκας, ἀσεβῶ, εἴτε καὶ ζῇς, πῶς ἑορτάζειν δύναμαι δίχα σοῦ, κατακειμένης ἂν ἐν τοιούτοις;’ [11] Βασιλεὺς δὲ Περσῶν διαβὰς τὸν Εὐφράτην ἔσπευδεν ὡς τάχιστα τοῖς πολεμίοις συμμίξαι. Πυθόμενος γὰρ Τύρον ἑαλωκέναι περὶ Σίδωνος ἐφοβεῖτο καὶ τῆς ὅλης Συρίας, ὁρῶν τὸν πολέμιον ἀντίπαλον ἤδη. [12] Διὰ τοῦτο ἔδοξεν αὐτῷ μηκέτι μετὰ πάσης τῆς θεραπείας ὁδεύειν, ἀλλ̓ εὐζωνότερον, ἵνα μηδὲν ἐμπόδιον τῷ τάχει. Παραλαβὼν δὲ τῆς στρατιᾶς τὸ καθαρώτατον τὴν ἄχρηστον ἡλικίαν αὐτοῦ κατέλιπε μετὰ τῆς βασιλίδος καὶ τὰ χρήματα καὶ τὰς ἐσθῆτας καὶ τὸν πλοῦτον τὸν βασιλικόν. [13] Ἐπεὶ δὲ πάντα θορύβου καὶ ταραχῆς ἐπέπληστο καὶ μέχρις Εὐφράτου τὰς πόλεις κατειλήφει πόλεμος, ἔδοξεν ἀσφαλέστερον εἶναι, τοὺς καταλειπομένους εἰς Ἄραδον ἀποθέσθαι.


Νῆσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης. Ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης ἀδείας αἱ γυναῖκες ἐνταῦθα διῆγον. [2] Θεασαμένη δὲ Καλλιρρόη τὴν Ἀφροδίτην, στᾶσα καταντικρὺ τὸ μὲν πρῶτον ἐσιώπα καὶ ἔκλαεν, ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα: μόλις δὲ ὑπεφθέγξατοἰδοὺ καὶ Ἄραδος, μικρὰ νῆσος ἀντὶ τῆς μεγάλης Σικελίας καὶ οὐδεὶς ἐνταῦθα ἐμός. [3] Ἀρκεῖ [p. 131] δέσποινα. Μέχρι πότε με πολεμεῖς; εἰ καὶ ὅλως σοι προσέκρουσα, τετιμώρησαί με: εἰ καὶ νεμεσητὸν ἔδοξέ μοι τὸ δυστυχὲς κάλλος, ὀλέθρου μοι γέγονεν αἴτιον. μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, ἤδη καὶ πολέμου πεπείραμαι. [4] Πρὸς τὴν σύγκρισιν τῶν παρόντων ἦν μοι καὶ Βαβυλὼν φιλάνθρωπος. Ἐγγὺς ἐκεῖ Χαιρέας ἦν. Νῦν δὲ πάντως τέθνηκεν: ἐμοῦ γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν. Ἀλλ̓ οὐκ ἔχω παρὰ τίνος πύθωμαι τί γέγονε. [5] Πάντες ἀλλότριοι, πάντες βάρβαροι, φθονοῦντες, μισοῦντες, τῶν δὲ μισούντων χείρονες οἱ φιλοῦντες. Σύ μοι, δέσποινα, δήλωσον εἰ Χαιρέας ζῇ.’ Ταῦτα λέγουσα ἔτι ἀπῄει: ἐπιστᾶσα δὲ Ῥοδογύνη, Ζωπύρου μὲν θυγάτηρ, γυνὴ δὲ Μεγαβύζου, καὶ πατρὸς καὶ ἀνδρὸς Περσῶν ἀρίστων αὕτη δὲ ἦν Καλλιρρόῃ ἀπαντήσασα πρώτη Περσίδων, ὅτε εἰς Βαβυλῶνα εἰσῄει. [6] δὲ Αἰγύπτιος ἐπειδήπερ ἤκουσε βασιλέα πλησίον ὄντα καὶ παρεσκευασμένον κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλέσας Χαιρέαν εἶπετὰ μὲν πρῶτά σου τῶν κατορθωμάτων ἀμείψασθαι καιρὸν οὐκ ἔσχον: σὺ γάρ μοι Τύρον ἔδωκας: περὶ δὲ τῶν ἑξῆς παρακαλῶ, μὴ ἀπολέσωμεν ἕτοιμα ἀγαθά, ὧν κοινωνόν σε ποιήσομαι. [7] Ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ γενήσεται κτῆμα Συρία. Φέῤ οὖν σκεψώμεθα τί ποιητέον: ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις πόλεμος ἀκμάζει. Σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς πεζῆς θέλεις στρατηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως. [8] Οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν: ὑμεῖς γὰρ οἱ Συρακούσιοι καὶ Ἀθηναίους κατεναυμαχήσατε. Σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς. ὑπὸ Ἀθηναίων νενικημένους. Ἔχεις τριήρεις Αἰγυπτίας, μείζονας καὶ πλείονας τῶν Σικελικῶν: μίμησαι [p. 132] τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ.’ Χαιρέας δὲ ἀπεκρίνατοπᾶς ἐμοὶ κίνδυνος ἡδύς: ὑπὲρ σοῦ δὲ ἀναδέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστόν μοι βασιλέα. [9] Δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς τριακοσίους τοὺς ἐμούς.’ ‘Ἔχεφησὶκαὶ τούτους καὶ ἄλλους, ὅσους ἂν θέλῃς.’ Καὶ εὐθὺς ἔργον ἐγένετο λόγος: κατήπειγε γὰρ χρεία. Καὶ μὲν Αἰγύπτιος ἔχων τὴν πεζὴν στρατιὰν ἀπήντα τοῖς πολεμίοις, [10] δὲ Χαιρέας ναύαρχος ἀπεδείχθη. Τοῦτο ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ̓ αὐτῶν οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος. Ἔδοξεν οὖν ὥσπερ ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου σώματος. [11] Τὸ δὲ ναυτικὸν ἐπήρθη ταῖς ἐλπίσι καὶ φρονήματος ἐνεπλήσθησαν, ὅτι τὸν ἀνδρειότατον καὶ κάλλιστον εἶχον ἡγούμενον. Ὀλίγον τε ἐπένθουν οὐδέν, ἀλλὰ ὥρμηντο καὶ τριήραρχοι καὶ κυβερνῆται καὶ ναῦται καὶ στρατιῶται πάντες ὁμοίως, τίς προθυμίαν ἐπιδείξεται Χαιρέᾳ πρῶτος. [12] Τῆς δὲ αὐτῆς ἡμέρας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν μάχη συνήφθη. Χρόνον μὲν οὖν πολὺν ἀντέσχεν πεζὴ στρατιὰ τῶν Αἰγυπτίων Μήδοις τε καὶ Πέρσαις, εἶτα πλήθει βιασθέντες ἐνέδωκαν. Καὶ βασιλεὺς δὲ ἔφιππος διώκων Σπουδὴ δὲ ἦν τοῦ Αἰγυπτίου καταφυγεῖν εἰς Πηλούσιον, τοῦ δὲ Πέρσου θᾶττον καταλαβεῖν: τάχα δ̓ ἂν καὶ διέφυγεν, εἰ μὴ Διονύσιος ἔργον θαυμαστὸν ἐπεδείξατο. [13] καὶ ἐν τῇ συμβολῇ ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως, ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς καθ̓ αὑτόν: τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ [p. 133] συνεχοῦς ἡμέραις τε καὶ νυξίν, ὁρῶν ἐπὶ τούτοις λυπούμενον βασιλέαμὴ λυποῦφησίν, ‘ δέσποτα: κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον: διαφυγεῖν, ἄν μοι δῷς ἱππεῖς ἐπιλέκτους.’ Ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν: [14] δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ, καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας δὲ ἀπέκτεινεν. δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος ἀπέσφαξεν ἑαυτὸν καὶ Διονύσιος τὴν κεφαλὴν ἐκόμισε πρὸς βασιλέα. [15] Θεασάμενος δὲ ἐκεῖνοςἀναγράψω σεεἶπενεὐεργέτην εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρρόην γυναῖκα. Κέκρικε τὴν δίκην πόλεμος. Ἔχεις τὸ κάλλιστον ἆθλον τῆς ἀριστείας.’ Διονύσιος δὲ προσεκύνησε καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως ἤδη Καλλιρρόης ἀνήρ ἐστι.


Καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο: ἐν δὲ τῇ θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μηδὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν: οὔτε γὰρ τὰς ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἱ μὲν εὐθὺς ἀνετράπησαν, τὰς δὲ καὶ πρὸς τὴν γῆν ἐξενεχθείσας ἐζώγρησεν αὐτάνδρους: ἐνεπλήσθη δὲ θάλασσα ναυαγίων Μηδικῶν. [2] Ἀλλ̓ οὔτε βασιλεὺς ἐγίνωσκε τὴν ἧτταν τὴν ἐν τῇ θαλάσσῃ τῶν ἰδίων οὔτε Χαιρέας τὴν ἐν τῇ γῇ τῶν Αἰγυπτίων, ἐνόμιζε: δὲ ἑκάτερος κρατεῖν ἐν ἀμφοτέροις. Ἐκείνης οὖν τῆς ἡμέρας, ἧς ἐναυμάχησε, καταπλεύσας εἰς Ἄραδον Χαιρέας τὴν μὲν νῆσον ἐκέλευσε περιπλέοντας ἐν κύκλῳ παραφυλάττειν, ὡς αὐτῆς ἀποδώσοντας λόγον τῷ δεσπότῃ. [3] Κἀκεῖνοι τοὺς μὲν εὐνούχους καὶ θεραπαινίδας καὶ [p. 134] πάντα τὰ εὐωνότερα σώματα συνήθροισαν εἰς τὴν ἀγοράν, αὕτη γὰρ εὐρυχωρίαν εἶχε. Τοσοῦτο δὲ ἦν τὸ πλῆθος, ὥστε οὐ μόνον ἐν ταῖς στοαῖς, ἀλλὰ καὶ ὑπαίθριοι διενυκτέρευσαν. [4] Τοὺς δὲ ἀξιώματός τι μετέχοντας εἰς οἴκημα τῆς ἀγορᾶς εἰσήγαγον, ἐν συνήθως οἱ ἄρχοντες ἐχρημάτιζον. Αἱ δὲ γυναῖκες χαμαὶ ἐκαθέζοντο περὶ τὴν βασιλίδα καὶ οὔτε πῦρ ἀνῆψαν οὔτε τροφῆς ἐγεύσαντο: πεπυσμέναι γὰρ ἦσαν ἑαλωκέναι μὲν βασιλέα καὶ ἀπολωλέναι τὰ Περσῶν πράγματα, τὸν δὲ Αἰγύπτιον πανταχοῦ νικᾶν. [5] νὺξ ἐκείνη καὶ ἡδίστη καὶ χαλεπωτάτη κατέσχεν Ἄραδον. Αἰγύπτιοι μὲν γὰρ ἔχαιρον ἀπηλλαγμένοι πολέμου καὶ δουλείας Περσικῆς, οἱ δὲ ἑαλωκότες Περσῶν δεσμὰ καὶ μάστιγας καὶ ὕβρεις καὶ σφαγὰς προσεδόκων, τὸ φιλανθρωπότατον δέ, δουλείαν: δὲ Στάτειρα ἐνθεῖσα τὴν κεφαλὴν εἰς τὰ γόνατα Καλλιρρόης ἔκλαεν: ἐκείνη γάρ, ὡς ἂν Ἑλληνὶς καὶ πεπαιδευμένη καὶ οὐκ ἀμελέτητος κακῶν, παρεμυθεῖτο μάλιστα τὴν βασιλίδα. [6] Συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ: [7]θάρρει, δέσποιναεἶπε, ‘νῦν μὲν γὰρ οὐκ οἶδεν ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως: οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται: φύσει γάρ ἐστι φιλογύναιος.’ Ταῦτα ἀκούσασα Καλλιρρόη μέγα ἀνεκώκυε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσανῦν ἀληθῶς αἰχμάλωτός εἰμι. Φόνευσόν με μᾶλλον ταῦτα [p. 135] ἐπαγγέλλου. [8] Γάμον οὐχ ὑπομένω: θάνατον εὔχομαι. Κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι: τάφος ἐμὸς ἔσται οὗτος τόπος. Εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν στρατηγός, ταύτην μοι δότω τὴν χάριν: [9] ἐνταῦθά με ἀποκτεινάτω.’ Δεήσεις αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, δ̓ οὐκ ἀνίστατο, ἀλλ̓ ἐγκεκαλυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. Σκέψις προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε: βίαν μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν οὐκ ἐδύνατο. Διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ σκυθρωπός. [10] δὲ ἰδὼντοῦτο ἄλλοφησὶνἦν. Κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων, ἀλλ̓ οὐ χαίροντες αὐτὸ πράξουσι.’ Ὡς οὖν εἶπεν Αἰγύπτιοςοὐδεμιᾷ γέγονε κακόν, δέσποτα: τὴν γὰρ γυναῖκα, ἣν εὗρον ἐν πλαταίαις τεταγμένην, οὐ βούλεται ἐλθεῖν, ἀλλ̓ ἔρριπται χαμαί, ξίφος αἰτοῦσα καὶ ἀποθανεῖν βουλομένη,’ γελάσας Χαιρέας εἶπεν πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις, μάλιστα δέ, ἂν ἐρᾶσθαι δοκῇ; Σὺ δὲ βίαν ἴσως προσῆγες καὶ ὕβριν.’ ‘Οὒφησί, ‘δέσποτα: [11] πάντα δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον. Καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα, [12] δὲ πρὸς τοῦτο μάλιστα ἠγανάκτησεν.’ δὲ Χαιρέαςἐπαφρόδιτος ἄραφησὶνεἰμὶ καὶ ἐράσμιος, εἰ καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. Ἔοικε δὲ τὸ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. Μηδεὶς αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς προῄρηται: πρέπει γάρ μοι σωφροσύνην τιμᾶν. Καὶ αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: