previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρρόη διῆγεν ἐν θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα: μικρὸν δὲ καταδραθοῦσα ὄναρ ἑώρα λῃστήριον βαρβάρων πῦρ ἐπιφέροντας, ἐμπιμπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ βοηθοῦσαν ἑαυτήν. [2] δὲ Διονύσιος ἐλυπεῖτο μὲν ὁρῶν τρυχομένην τὴν γυναῖκα, μὴ ἄρα τι καὶ τοῦ κάλλους αὐτῇ παραπόληται, λυσιτελεῖν δὲ ὑπελάμβανε εἰς τὸν ἴδιον ἔρωτα, τὸν πρότερον ἄνδρα βεβαίως αὐτὴν ἀπογνῶναι. [3] Θέλων οὖν ἐνδείξασθαι στοργὴν καὶ μεγαλοψυχίαν ἔφη πρὸς αὐτὴνἀνάστηθι, γύναι, καὶ τάφον κατασκεύασον τῷ ταλαιπώρῳ. Τί τὰ μὲν ἀδύνατα σπεύδεις, ἀμελεῖς δὲ τῶν ἀναγκαίων; νόμιζε ἐφεστηκότα σοι λέγειν αὐτὸν ῾θάπτε με, ὅττι τάχιστα πύλας Ἀίδαο περήσω.᾿ καὶ γὰρ εἰ μὴ τὸ σῶμα εὕρηται τοῦ δυστυχοῦς, ἀλλὰ νόμος οὗτος ἀρχαῖος Ἑλλήνων, ὥστε καὶ τοὺς ἀφανεῖς τάφοις κοσμεῖν.’ [4] Ἔπεισε ταχέως, τὸ γὰρ πρὸς ἡδονὴν εἶχεν συμβουλία. Φροντίδος οὖν ἐμπεσούσης ἐλώφησεν λύπη, καὶ ἐξαναστᾶσα τῆς κλίνης κατεσκόπει χωρίον, ἐν ποιήσει τὸν τάφον. Ἤρεσε δ̓ αὐτῇ πλησίον τοῦ νεὼ τῆς Ἀφροδίτης, ὥστε καὶ τοὺς αὖθις ἔχειν ἔρωτος ὑπόμνημα. [5] Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ. Θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγενέσθαι τῇ φροντίδι [p. 70]βαδίζωμεν, γύναιφησὶνεἰς ἄστυ, κἀκεῖ πρὸ τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον, ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη. Καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται καὶ Συρακούσιοι πολλάκις. Οὔκουν οὐδὲ παρὰ τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτιμίαν ἕξεις.’ [6] λόγος ἤρεσε Καλλιρρόῃ, καὶ τότε μὲν ἐπέσχε τὴν σπουδήν: ἐπειδὴ δὲ ἧκεν εἰς τὴν πόλιν, ἐπί τινος ὑψηλῆς ᾐόνος οἰκοδομεῖν ἤρξατο τάφον, πάντα ὅμοιον τῷ ἰδίῳ τῷ ἐν Συρακούσαις, τὸ σχῆμα, τὸ μέγεθος, τὴν πολυτέλειαν, καὶ οὗτος δέ, ὡς ἐκεῖνος, ζῶντος. Ἐπεὶ δὲ ἀφθόνοις ἀναλώμασι καὶ πολυχειρίᾳ ταχέως τὸ ἔργον ἠνύσθη, τότε ἤδη καὶ τὴν ἐκκομιδὴν ἐμιμήσατο τὴν ἐπ̓ αὐτῷ. [7] Προηγγέλλετο μὲν γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ Μιλησίων πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης. Παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες, Μιθριδάτης ἐν Καρίᾳ καὶ Φαρνάκης δὲ Λυδίας. [8] μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον, δὲ ἀλήθεια Καλλιρρόην ἰδεῖν. Ἦν δὲ καὶ κλέος μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρρόης, οἷον οὐδὲ Ἀριάδνης οὐδὲ Λήδας. Τότε δὲ καὶ τῆς δόξης εὑρέθη κρείττων: προῆλθε γὰρ μελανείμων, λελυμένη τὰς τρίχας: ἀστράπτουσα δὲ τῷ προσώπῳ καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ τὴν Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου. [9] Οὐδεὶς μὲν οὖν οὐδὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν ὑπήνεγκε τοῦ κάλλους, ἀλλ̓ οἱ μὲν ἀπεστράφησαν, ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, οἱ δὲ καὶ προσεκύνησαν. Ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, Καρίας [p. 71] ἔπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες ὑποβαστάζοντες ἔφερον. [10] Ἐπόμπευε δ̓ εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα διατυπωθέν: καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν οὐδεὶς Καλλιρρόης παρούσης, ἀλλ̓ ἐκείνη μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν ὀφθαλμούς. [11] Πῶς ἄν τις διηγήσαιτο κατ̓ ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς; Ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ̓ αὐτὴν Καλλιρρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα τὴν εἰκόνασὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακούσαις, [12] ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ. Μὴ γὰρ μεγάλα μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν: ἀλλήλους ἐθάψαμεν. Οὐκ ἔχει δὲ ἡμῶν οὐδέτερος οὐδὲ τὸν νεκρόν. Τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας καὶ τοὺς νεκρούς.’ Θρῆνον ἐξέρρηξε τὸ πλῆθος καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ̓ ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο.


Καλλιρρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. Σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη: πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον ἔρως. Ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρρόην ὄψεται. [2] ῾Πολύχαρμος οὖν, συναλοὺς αὐτῷ φίλος, βλέπων Χαιρέαν ἐργάζεσθαι μὴ δυνάμενον, ἀλλὰ πληγὰς λαμβάνοντα καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς τὸν ἐργοστόλονχωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον, ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ: τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὃ̣̣̓ [p. 72] ἡμέραν.’ Πείθεται καὶ δίδωσιν. [3] δὲ Πολύχαρμος, οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως, ἵνα περισώσῃ τὸν φίλον. [4] Καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ μεταμανθάνοντες τὴν ἐλευθερίαν: δὲ Μιθριδάτης σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος εἰς Μίλητον ἐξῆλθεν, ἀλλ̓ ὠχρός τε καὶ λεπτός, οἷα δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόν τε καὶ γλυκύ. [5] Τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρρόης ἔρωτος πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἐτύγχανε παραμυθίας. Τῶν ἐργατῶν τινὲς τῶν ἅμα Χαιρέᾳ δεδεμένων ῾ἓξ καὶ δέκα δ̓ ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ σκοτεινῷ καθειργμένοἰ νύκτωρ διακόψαντες τὰ δεσμὰ τὸν ἐπιστάτην ἀπέσφαξαν, εἶτα δρασμὸν ἐπεχείρουν. [6] Ἀλλ̓ οὐ διέφυγον, οἱ γὰρ κύνες οἱ φυλάσσοντες ἐμήνυσαν αὐτούς. Φωραθέντες οὖν ἐκείνης τῆς νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ̓ ἡμέραν δὲ οἰκονόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν, κἀκεῖνος οὐδὲ ἰδὼν αὐτοὺς οὐδὲ ἀπολογουμένων ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἓξ καὶ δέκα τοὺς ὁμοσκήνους ἀνασταυρῶσαι. [7] Προήχθησαν οὖν πόδας τε καὶ τραχήλους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν τὸν σταυρὸν ἔφερε: τῇ δὲ ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθηκαν οἱ κολάζοντες εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας μὲν οὖν ἀπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν βαστάζωνδιὰ σὲφησίν, ‘ Καλλιρρόη, ταῦτα πάσχομεν. [8] Σὺ πάντων ἡμῖν τῶν κακῶν αἰτία.’ Τοῦτον δὲ τὸν λόγον οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις. [p. 73] Ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. δὲ ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρρόην ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν: ὅλος δὲ ὢν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο. [9]Τί γὰρφησὶνπαρενοχλεῖς;’ ‘Ἀναγκαῖονεἶπεν, ‘ δέσποτα: τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου λήματος, καὶ οὗτος κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ.’ Ἀκούσας οὖν Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπωνλέγεφησὶτὴν [10] συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων.’ δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνηκέναι. Μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦλέγεφησὶτοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν.’ Καλλιρρόην εἶπεν Πολύχαρμος. [11] Ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινὰ ἔδοξεν ὁμωνυμίαν ἔχειν ἐκείνῃ τὴν γυναῖκα. Οὐκέτι οὖν προθύμως ἐξελέγχειν ἤθελε, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα: τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων [12]ἡκέτωφησὶΚαλλιρρόη.’ Παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄξουσιν αὐτήν. δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε: ‘τί δὲ μάτηνεἶπεθορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς [13] Ἑρμοκράτους τοῦ στρατηγοῦ.’ Ταῦτα ἀκούσας Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, [p. 74] καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προύκεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. Ὀψὲ δὲ καὶ μόλις Μιθριδάτης συναγαγὼν ἑαυτὸντί δὲ σοὶφησὶπρᾶγμα πρὸς Καλλιρρόην ἐκείνην, καὶ διὰ τί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς;’ δὲ ἀπεκρίνατομακρὸς μῦθος, δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός μοι. [14] Οὐκ ἐνοχλήσω δέ σε ληρῶν ἀκαίρως, ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω φθάσῃ μὲ φίλος: θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν.’ Ἐπεκλάσθησαν αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ θυμὸς εἰς ἔλεον μετέπεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶμὴ δέδιθιφησίν, ‘οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος: [15] ἔχω γὰρ ψυχὴν φιλάνθρωπον. Λέγε πάντα θαρρῶν καὶ μηδὲν παραλίπῃς, τίς εἶ καὶ πόθεν, καὶ πῶς ἦλθες εἰς Καρίαν καὶ διὰ τί σκάπτεις δεδεμένος; μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρρόης καὶ τίς φίλος.’


Ἤρξατο οὖν Πολύχαρμος λέγεινἡμεῖς, οἱ δύο δεσμῶται, Συρακούσιοι γένος ἐσμέν. Ἀλλ̓ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος. [2] Καταλιπόντες οὖν τοὺς γονεῖς ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δἰ ἐκεῖνον, ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρρόην τοὔνομα, ἥν, δόξας ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς, τυμβωρύχοι δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν. Τοῦτο γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων λῃστής. [3] Ἔπεμψεν οὖν πόλις Συρακουσίων τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα. Ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ [p. 75] τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. Ἡμεῖς μὲν οὖν σωφρόνως ἐφέρομεν τὴν συμφοράν: ἕτεροι δέ τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ κελεύσαντος τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες. [4] μὲν οὖν φίλος οὐδὲ ἀποθνήσκων ἐνεκάλει τῇ γυναικί, κροήχθην δὲ αὐτῆς μνημονεῦσαι καὶ τῶν κακῶν αἰτίαν εἰπεῖν ἐκείνην, δἰ ἣν ἐπλεύσαμεν.’ Ἔτι λέγοντος αὐτοῦ Μιθριδάτης ἀνεβόησεΧαιρέαν λέγεις.’ [5]Τὸν φίλονεἶπεν Πολύχαρμος: ‘ἀλλὰ δέομαί σου, δέσποτα, κέλευσον τῷ δημίῳ μηδὲ τοὺς σταυροὺς ἡμῶν διαζεῦξαι.’ Δάκρυα καὶ στεναγμὸς ἐπηκολούθησε τῷ διηγήματι, καὶ πάντας ἔπεμψε Μιθριδάτης ἐπὶ Χαιρέαν, ἵνα μὴ φθάσῃ τελευτήσας. Εὗρον δὲ τοὺς μὲν ἄλλους ἀνῃρημένους, ἄρτι δ̓ ἐκεῖνον ἐπιβαίνοντα τοῦ σταυροῦ. [6] Πόρρωθεν οὖν ἐκεκράγεσαν ἄλλος ἄλλο τιφεῖσαι, κατάβηθι, μὴ τρώσῃς, ἄφες.’ μὲν οὖν δήμιος ἐπέσχε τὴν ὁρμήν: Χαιρέας δὲ λυπούμενος κατέβαινε τοῦ σταυροῦ: χαίρων γὰρ ἀπηλλάσσετο βίου πονήρου καὶ ἔρωτος ἀτυχοῦς. Ἀγομένῳ δὲ αὐτῷ Μιθριδάτης ἀπήντησε καὶ περιπτυξάμενος εἶπενἀδελφὲ καὶ φίλε, μικροῦ με ἐνήδρευσας ἔργον ἀσεβὲς ἐργάσασθαι διὰ τὴν ἐγκρατῆ μὲν ἀλλ̓ [7] ἄκαιρόν σου σιωπήν.’ Εὐθὺς οὖν προσέταξε τοῖς οἰκέταις ἄγειν ἐπὶ λουτρὰ καὶ τὰ σώματα θεραπεῦσαι, λουσαμένοις δὲ περιθεῖναι χλανίδας Ἑλληνικὰς πολυτελεῖς: αὐτὸς δὲ τοὺς γνωρίμους ἐς τὸ συμπόσιον παρεκάλει καὶ ἔθυε Χαιρέου σωτήρια. Πότος ἦν μακρὸς καὶ ἡδεῖα φιλοφρόνησις καὶ θυμηδίας οὐδὲν ἐνέδει. [8] Προκοπτούσης δὲ τῆς εὐωχίας θερμανθεὶς Μιθριδάτης οἴνῳ καὶ ἔρωτιμὴ γὰρ τὰ δεσμὰ καὶ τὸν σταυρὸν ἐλεῶ σου, Χαιρέαφησίν, ‘ἀλλ̓ ὅτι [p. 76] τοιαύτης γυναικὸς ἀφῃρέθης.’ Ἐκπλαγεὶς οὖν Χαιρέας ἀνέκραγεποῦ γὰρ σὺ Καλλιρρόην εἶδες τὴν ἐμήν;’ ‘Οὐκέτι σὴνεἶπεν Μιθριδάτης, ‘ἀλλὰ Διονυσίου τοῦ Μιλησίου νόμῳ γαμηθεῖσαν: ἤδη δὲ [9] καὶ τέκνον ἐστὶν αὐτοῖς.’ Οὐκ ἐκαρτέρησεν Χαιρέας ἀκούσας, ἀλλὰ τοῖς γόνασι Μιθριδάτου προσπεσὼνἱκετεύω σε, πάλιν, δέσποτα, τὸν σταυρόν μοι ἀπόδος. Χεῖρόν με βασανίζεις, ἐπὶ τοιούτῳ διηγήματι ζῆν ἀναγκάζων. [10] Ἄπιστε Καλλιρρόη καὶ πασῶν ἀσεβεστάτη γυναικῶν, ἐγὼ μὲν ἐπράθην διὰ σὲ καὶ ἔσκαψα καὶ σταυρὸν ἐβάστασα καὶ δημίου χερσὶ παρεδόθην, σὺ δὲ ἐτρύφας καὶ γάμους ἔθυες ἐμοῦ δεδεμένου. Οὐκ ἤρκεσεν ὅτι γυνὴ γέγονας ἄλλου Χαιρέου ζῶντος, [11] γέγονας δὲ καὶ μήτηρ.’ Κλάειν ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν ὑπόθεσιν. Μόνος ἐπὶ τούτοις Μιθριδάτης ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος ἤδη καὶ λέγειν καὶ πράττειν τι περὶ Καλλιρρόης, [12] ἵνα δοκῇ φίλῳ βοηθεῖν. ‘Ἅρτι μὲν οὖνἔφη, ‘νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ̓ ὑστεραίᾳ νήφοντες βουλευώμεθα περὶ τούτων: δεῖται γὰρ σκέψις σχολῆς μακροτέρας.’ Ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο, καθάπερ ἦν ἔθος αὐτῷ, τοῖς δὲ Συρακουσίοις νεανίσκοις θεραπείαν τε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.


Νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε καὶ οὐδεὶς ἐδύνατο καθεύδειν: Χαιρέας μὲν γὰρ ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἔφεδρος ὢν μεταξὺ Χαιρέου τε καὶ Διονυσίου αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρρόην ἀποίσεται. [2] Τῆς δ̓ ὑστεραίας προτεθείσης τῆς γνώμης [p. 77] μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα: μὴ γὰρ ἂν μηδὲ Καλλιρρόην ἐμμένειν ἰδοῦσαν αὐτόν: δὲ Μιθριδάτηςἐμοῦ μὲν ἕνεκαφησὶνἄπιθι, βούλομαι γάρ σε μηδεμίαν ἡμέραν ἀπεζεῦχθαι τῆς γυναικός: ὄφελον μηδὲ Σικελίας ἐξήλθετε, μηδὲ συνέβη τι δεινὸν ἀμφοῖν: ἐπεὶ δὲ φιλόκαινος τύχη δρᾶμα σκυθρωπὸν ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν ἑξῆς φρονιμώτερον: νῦν γὰρ σπεύδεις πάθει μᾶλλον λογισμῷ μηδὲν τῶν μελλόντων προορώμενος. [3] Μόνος καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην καὶ ἀνδρὸς πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνάμενοί σε μᾶλλον βοηθῆσαι. [4] Φοβοῦμαι καὶ τὴν τύχην τοῦ τόπου. Δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη: δόξει δέ σοι τὰ τότε φιλανθρωπότερα. Τότε Μίλητος ἦν. Ἐδέθης μέν, ἀλλ̓ ἔζησας: ἐπράθης, ἀλλ̓ ἐμοί. Νῦν δέ, ἂν αἴσθηται Διονύσιος ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ, τίς σε θεῶν δυνήσεται σῶσαι; Παραδοθήσῃ δὲ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐδὲ πιστευθήσῃ Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον, κἂν ἀληθῶς εἶναί σε νομίσῃ. [5] Σὺ μόνος ἀγνοεῖς τὴν φύσιν τοῦ ἔρωτος, ὅτι οὗ̣̣̓ος θεὸς ἀπάταις χαίρει καὶ δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον θέλει καταλιπεῖν κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ. [6] Ἐπιστολὴν γράψον αὐτῇ: λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω: τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. Βάδιζε καὶ γράφε.’ [p. 78] Πείθεται Χαιρέας καὶ μόνος ἐπ̓ ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ̓ οὐκ ἐδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. Ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς

[7] Ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐεργέτην, ἐλπίζω δὲ καὶ σόν: ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρβάρων, οἵτινες ἐνέπρησαν τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός: ἐξέπεμψε δὲ ἐπ̓ αὐτῆς πόλις πρεσβείαν ὑπὲρ σοῦ. Τοὺς μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ̓ τι γεγόνασιν, ἐμὲ δὲ καὶ Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν ἔλεος δεσπότου. [8] Πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο: θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον οὐκ ἤλπισα. Ἀλλ̓ ἱκετεύω, μετανόησον. Κατασπένδω τούτων μου τῶν γραμμάτων δάκρυα καὶ φιλήματα. [9] Ἐγὼ Χαιρέας εἰμὶ σὸς ἐκεῖνος, ὃν εἶδες παρθένος εἰς Ἀφροδίτην βαδίζουσα, δἰ ὃν ἠγρύπνησας. Μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς μυστικῆς, ἐν πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς κεῖραν ἐλάβομεν. Ἀλλ̓ ἐζηλοτύπησα. Τοῦτο ἴδιόν ἐστι φιλοῦντος. Δέδωκά σοι δίκας. [10] Ἐπράθην, ἐδούλευσα, ἐδέθην. Μή μοι μνησικακήσῃς τοῦ λακτίσματος τοῦ προπετοῦς: κἀγὼ γὰρ ἐπὶ σταυρὸν ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. Εἰ μὲν οὖν ἔτι μνημονεύσειας, οὐδὲν ἔπαθον: εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι δώσεις ἀπόφασιν.



Ταύτην τὴν ἐπιστολὴν ἔδωκεν Ὑγίνῳ τῷ πιστοτάτῳ, ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας, παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα. Ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρρόην, εὔνοιαν ἐπιδεικνύμενος αὐτῇ καὶ κηδεμονίαν, ὅτι δἰ ἐκείνην Χαιρέαν ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν πρῶτον ἄνδρα, ὑπισχνούμενος αὐτὸς στρατηγήσειν ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν ἐκείνης προσλάβῃ ψῆφον. [2] Συνέπεμψε δὲ τῷ Ὑγίνῳ τρεῖς [p. 79] ὑπηρέτας καὶ δῶρα πολυτελῆ καὶ χρυσίον συχνόν: εἴρητο δὲ πρὸς τοὺς ἄλλους οἰκέτας, ὅτι πέμπει ταῦτα Διονυσίῳ, πρὸς τὸ ἀνύποπτον. Κελεύει δὲ τὸν Ὑγῖνον, ἐπειδὰν ἐν Πριήνῃ γένηται, τοὺς μὲν ἄλλους αὐτοῦ καταλιπεῖν, μόνον δὲ αὐτόν, ὡς Ἴωνα ῾καὶ γὰρ ἡλλήνιζε τῇ φωνᾖ κατάσκοπον εἰς τὴν Μίλητον πορευθῆναι: εἶτ̓ ἐπειδὰν μάθῃ πῶς ἂν χρήσαιτο τοῖς πράγμασι, τότε τοὺς ἐκ Πριήνης εἰς Μίλητον ἀπαγαγεῖν. [3] μὲν οὖν ἀπῄει καὶ ἔπραττε τὰ κεκελευσμένα, τύχη δὲ οὐχ ὅμοιον τῇ γνώμῃ τὸ τέλος ἐβράβευσεν, ἀλλὰ μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν. Ἐπειδὴ γὰρ Ὑγῖνος εἰς Μίλητον ἀπηλλάγη, καταλειφθέντες οἱ δοῦλοι τοῦ προεστηκότος ἔρημοι πρὸς ἀσωτίαν ὥρμων, ἔχοντες χρυσίον ἄφθονον. [4] Ἐν πόλει δὲ μικρᾷ καὶ περιεργίας Ἑλληνικῆς πλήρει ξενικὴ πολυτέλεια τοὺς πάντων ἐπέστρεψεν ὀφθαλμούς: ἄγνωστοι γὰρ ἄνθρωποι καὶ τρυφῶντες ἔδοξαν αὐτοῖς μάλιστα μὲν λῃσταί, δραπέται δὲ πάντως. [5] Ἧκεν οὖν εἰς τὸ πανδοκεῖον στρατηγὸς καὶ διερευνώμενος εὗρε χρυσίον καὶ κόσμον πολυτελῆ: φώρια δὲ νομίσας ἀνέκρινε τοὺς οἰκέτας τίνες εἶεν καὶ πόθεν ταῦτα. Φόβῳ δὲ βασάνων κατεμήνυσαν τὴν ἀλήθειαν ὅτι Μιθριδάτης Καρίας ὕπαρχος δῶρα πέπομφε Διονυσίῳ, [6] καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυσαν. δὲ στρατηγὸς τὰ μὲν γράμματα οὐκ ἔλυσεν: ἦν γὰρ ἔξωθεν κατασεσημασμένα, δημοσίοις δὲ παραδοὺς ἅπαντα μετὰ τῶν οἰκετῶν ἔπεμψε πρὸς Διονύσιον, εὐεργεσίαν εἰς αὐτὸν κατατίθεσθαι νομίζων. [7] Ἐτύγχανε μὲν οὖν ἑστιῶν τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ λαμπρὸν τὸ συμπόσιον ἦν, ἤδη δέ που καὶ αὐλὸς [p. 80] ἐφθέγγετο καὶ δἰ ᾠδῆς ἠκούετο μέλος. Μεταξὺ δὲ ἐπέδωκέ τις αὐτῷ τὴν ἐπιστολὴν ΣΤΡΑΤΗΓΟΣ ΠΡΙΗΝΕΩΝ ΒΙΑΣ ΕΥΕΡΓΕΤΗι ΔΙΟΝΥΣΙΩι ΧΑΙΡΕΙΝ [8] Δῶρα καὶ γράμματα κομιζόμενά σοι παρὰ Μιθριδάτου τοῦ Καρίας ὑπάρχου δοῦλοι πονηροὶ κατέφθειρον, οὓς ἐγὼ συλλαβὼν ἀνέπεμψα πρὸς σέ. Ταύτην τὴν ἐπιστολὴν ἐν μέσῳ τῷ συμποσίῳ Διονύσιος ἀνέγνω, καλλωπιζόμενος ἐπὶ ταῖς βασιλικαῖς δωρεαῖς: ἐντεμεῖν δὲ τὰς σφραγῖδας κελεύσας ἐντυγχάνειν ἐπειρᾶτο τοῖς γράμμασιν. Εἶδεν οὖν ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ. Ζῶ. [9] Τοῦ δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, εἶτα σκότος τῶν ὀφθαλμῶν αὐτοῦ κατεχύθη. Καὶ μέντοι λιποθυμήσας ὅμως ἐκράτησε τὰ γράμματα, φοβούμενος ἄλλον αὐτοῖς ἐντυχεῖν. Θορύβου δὲ καὶ συνδρομῆς γενομένης ἐπηγέρθη, καὶ συνεὶς τὸ πάθος ἐκέλευσε τοῖς οἰκέταις μετενεγκεῖν αὐτὸν εἰς ἕτερον οἰκίσκον, ὡς δῆθεν βουλόμενος ἠρεμίας μετασχεῖν. [10] Τὸ μὲν οὖν συμπόσιον σκυθρωπῶς διελύθη ῾φαντασία γὰρ ἀποπληξίας αὐτοὺς ἔσχἐ, Διονύσιος δὲ καθ̓ ἑαυτὸν γενόμενος πολλάκις ἀνεγίνωσκε τὰς ἐπιστολάς. Κατελάμβανε δὲ αὐτὸν πάθη ποικίλα, θυμός, ἀθυμία, φόβος, ἀπιστία. Ζῆν μὲν οὖν Χαιρέαν οὐκ ἐπίστευε ῾τοῦτο γὰρ οὐδὲ ὅλως ἤθελἐ, σκῆψιν δὲ μοιχικὴν ὑπελάμβανε Μιθριδάτου διαφθεῖραι θέλοντος Καλλιρρόην ἐλπίδι Χαιρέου.


Μεθ̓ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδ̓ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων: αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. Ἐπεδήμει κατὰ καιρὸν Λυδίας καὶ Ἰωνίας: ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ [p. 81] θάλατταν. Ἐπὶ τοῦτον ἦλθεν Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. ‘Ἱκετεύω σεφησίν, ‘ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς [2] τὴν γυναῖκα τὴν ἐμήν.’ Ἐπὶ τούτοις ἀνεγίνωσκε τὰς ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. Ἄσμενος ἤκουσε Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην ῾ἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ τὴν γειτνίασιν̓, τὸ δὲ πλέον διὰ τὸν ἔρωτα: καὶ γὰρ αὐτὸς ἐκάετο τῆς Καλλιρρόης καὶ δἰ αὐτὴν ἐπεδήμει τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύσιον μετὰ τῆς γυναικός. [3] Ὑπέσχετο οὖν βοηθήσειν αὐτῷ κατὰ τὸ δυνατὸν καὶ γράφει δἰ ἀπορρήτων ἐπιστολήν. ΒΑΣΙΛΕΙ ΒΑΣΙΛΕΩΝ ΑΡΤΑΞΕΡΞΗι ΣΑΤΡΑΠΗΣ ΛΥΔΙΑΣ ΚΑΙ ΙΩΝΙΑΣ ΦΑΡΝΑΚΗΣ ΙΔΙΩι ΔΕΣΠΟΤΗι ΧΑΙΡΕΙΝ. [4] Διονύσιος Μιλής1῾̣̣̓ος δοῦλός ἐστι σὸς ἐκ προγόνων πιστὸς καὶ πρόθυμος εἰς τὸν σὸν οἶκον. Οὗτος ἀπωδύρατο πρός με ὅτι Μιθριδάτης Καρίας ὕπαρχος ξένος αὐτῷ γενόμενος διαφθείρει αὐτοῦ τὴν γυναῖκα. Φέρει δὲ μεγάλην ἀδοξίαν εἰς τὰ σὰ πράγματα, μᾶλλον δὲ ταραχήν. Πᾶσα μὲν γὰρ παρανομία σατράπου μεμπτή, μάλιστα δὲ αὕτη. Καὶ γὰρ Διονύσιός ἐστι δυνατώτατος Ἰώνων καὶ τὸ κάλλος τῆς γυναικὸς περιβόητον, ὥστε τὴν ὕβριν μὴ δύνασθαι λαθεῖν. [5] Ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν βασιλεὺς ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο. Γνῶμαι δὲ ἐρρήθησαν διάφοροι: τοῖς μὲν γὰρ Μιθριδάτῃ φθονοῦσιν τὴν σατραπείαν αὐτοῦ μνωμένοις, ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς [p. 82] ἐνδόξου, τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις τιμῶσι τὸν Μιθριδάτην ῾εἶχε δὲ πολλοὺς... προεστηκότας᾿ οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς ποιεῖν ἄνδρα δόκιμον. [6] Ἀνωμάλων δὲ τῶν γνωμῶν γενομένων ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν βασιλεύς, ἀλλ̓ ὑπερέθετο τὴν σκέψιν: νυκτὸς δὲ ἐπελθούσης ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ τοῦ μέλλοντος: ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως. [7] Ὥρμησεν οὖν: καλεῖν ἐπὶ τὴν δίκην αὐτόν: ἄλλο δὲ πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν καλήν. Σύμβουλοι μὲν οὖν νὺξ καὶ σκότος ἐν ἐρημίᾳ γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρρόην τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι: καὶ τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην, ὅτι οὐ προσέγραψεν ἐν τῇ ἐπιστολῇ τοὔνομα τῆς γυναικός. [8] Ὅμως δ̓ ἐπ̓ ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζομένης ἑτέραν ἔδοξε καλέσαι καὶ τὴν γυναῖκα. Γράφει δὲ πρὸς Φαρνάκην Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον πρὸς δὲ Μιθριδάτην Ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου.


Καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος τὴν αἰτίαν τῆς διαβολῆς ὑποστρέψας Ὑγῖνος ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. Προδοθεὶς οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν τὸν βασιλέως, ἀλλὰ Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον ἀνελεῖν τὸν αἴτιον, Καλλιρρόην δ̓ ἁρπάσας ἀποστῆναι βασιλέως. [2]Τί γὰρ σπεύδειςφησὶπαραδοῦναι [p. 83] δεσπότου χερσὶ τὴν ἐλευθερίαν; τάχα δὲ καὶ κρατήσεις ἐνθάδε μένων: μακρὰν γάρ ἐστι βασιλεὺς καὶ φαυλοὺς ἔχει στρατηγούς: εἰ δὲ καὶ ἄλλως ἀθετήσειεν, οὐδὲν δυνήσῃ χεῖρον παθεῖν. Ἐν τοσούτῳ δὲ σὺ μὴ προδῷς δύο τὰ κάλλιστα, ἔρωτα καὶ ἀρχήν. Ἐντάφιον ἔνδοξον ἡγεμονία καὶ μετὰ Καλλιρρόης [3] θάνατος ἡδύς.’ Ἔτι ταῦτα βουλευομένου καὶ παρασκευαζομένου πρὸς ἀπόστασιν ἧκέ τις ἀγγέλλων ὡς Διονύσιος ἐξώρμηκε Μιλήτου καὶ Καλλιρρόην ἐπάγεται. Τοῦτο λυπηρότερον ἤκουσε Μιθριδάτης τὸ πρόσταγμα τὸ καλοῦν ἐπὶ τὴν δίκην: ἀποκλαύσας δὲ τὴν ἑαυτοῦ συμφορὰνἐπὶ ποίαιςφησὶνἐλπίσιν ἔτι μένω; [4] προδίδωσί με πανταχόθεν τύχη. Τάχα γὰρ ἐλεήσει με βασιλεὺς μηδὲν ἀδικοῦντα: εἰ δὲ ἀποθανεῖν δεήσειε, πάλιν ὄψομαι Καλλιρρόην: κἂν ἐν τῇ κρίσει Χαιρέαν ἕξω μετ̓ ἐμαυτοῦ καὶ Πολύχαρμον οὐ συνηγόρους μόνον, ἀλλὰ καὶ μάρτυρας.’ Πᾶσαν οὖν τὴν θεραπείαν κελεύσας συνακολουθεῖν ἐξώρμησε Καρίας, ἀγαθὴν ἔχων ψυχὴν ἐκ τοῦ μηδὲν ἀδικεῖν ἂν δόξαι: ὥστε οὐδὲ μετὰ δακρύων προύπεμψαν αὐτόν, ἀλλὰ μετὰ θυσιῶν καὶ πομπῆς. [5] Ἕνα μὲν οὖν στόλον τοῦτον ἐκ Καρίας ἔστελλεν Ἔρως, ἐξ Ἰωνίας δὲ ἐνδοξότερον ἄλλον: ἐπιφανέστερον γὰρ καὶ βασιλικώτερον ἦν τὸ κάλλος. Προύτρεχε γὰρ τῆς γυναικὸς φήμη, καταγγέλλουσα πᾶσιν ἀνθρώποις ὅτι Καλλιρρόη παραγίνεται, τὸ περιβόητον ὄνομα, τὸ μέγα τῆς φύσεως κατόρθωμα, Ἀρτέμιδι ἰκέλη χρυσείῃ Ἀφροδίτῃ. [6] Ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα. Πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ συντρέχοντες ἐπὶ τὴν θέαν: ἐδόκει δὲ τοῖς πᾶσι τῆς φήμης γυνἥ̣̣̓ρείττων. Μακαριζόμενος δὲ Διονύσιος [p. 84] ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας τὸ μέγεθος: οἷα γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο ὅτι φιλόκαινός ἐστιν Ἔρως: διὰ τοῦτο καὶ τόξα καὶ πῦρ ποιηταί τε καὶ πλάσται περιτεθείκασιν αὐτῷ, [7] τὰ κουφότατα καὶ στῆναι μὴ θέλοντα. Μνήμη δὲ ἐλάμβανεν αὐτὸν παλαιῶν διηγημάτων, ὅσαι μεταβολαὶ γεγόνασι τῶν καλῶν γυναικῶν. Πάντα οὖν Διονύσιον ἐφόβει, πάντας ἔβλεπεν ὡς ἀντεραστάς, οὐ τὸν ἀντίδικον μόνον, ἀλλ̓ αὐτὸν τὸν δικαστήν, ὥστε καὶ μετενόει προπετέστερον Φαρνάκῃ ταῦτα μηνύσας, ἐξὸν καθεύδειν τήν τ̓ ἐρωμένην ἔχειν: οὐ γὰρ ὅμοιον ἐν Μιλήτῳ φυλάττειν Καλλιρρόην καὶ ἐπὶ τῆς Ἀσίας ὅλης. [8] Διεφύλαττε δ̓ ὅμως τὸ ἀπόρρητον μέχρι τέλους, καὶ τὴν αἰτίαν οὐχ ὡμολόγει πρὸς τὴν γυναῖκα, ἀλλ̓ πρόφασις ἦν ὅτι βασιλεὺς αὐτὸν μεταπέμπεται, βουλεύσασθαι θέλων περὶ τῶν ἐν Ἰωνίᾳ πραγμάτων. Ἐλυπεῖτο δὲ Καλλιρρόη, μακρὰν στελλομένη θαλάσσης Ἑλληνικῆς: ἕως γὰρ τοὺς Μιλησίων λιμένας ἑώρα; Συρακουσῶν ἐδόκει ἐγγὺς τυγχάνειν: μέγα δὲ εἶχε παραμύθιον καὶ τὸν Χαιρέου τάφον ἐκεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: