previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ξενοφάνης: Δεξίου , ὡς Ἀπολλόδωρος, Ὀρθομένους Κολοφώνιος ἐπαινεῖται πρὸς τοῦ Τίμωνος: φησὶ γοῦν: “ Ξεινοφάνης θ᾽ ὑπάτυφος Ὁμηροπάτης ἐπικόπτης
ἔα, τὸν ἀπανθρώπον θεὸν ἐπλάσατ᾽ ἶσον ἁπάντῃ
ἀτρεμῆ ἀσκηθῆ νοερώτερον ἠὲ νόημα.

1 οὗτος ἐκπεσὼν τῆς πατρίδος ἐν Ζάγκλῃ τῆς Σικελίας διέτριβε καὶ τῆς εἰς Ἐλέαν ἀποικίας κοινωνήσας ἐκεῖ ἐδίδασκεν, διέτριβε δὲ καὶ ἐν Κατάνῃ. διήκουσε δὲ κατ᾽ ἐνίους μὲν οὐδενός, κατ᾽ ἐνίους δὲ Βότωνος Ἀθηναίου , ὥς τινες, Ἀρχελάου. καί, ὡς Σωτίων φησί, κατ᾽ Ἀναξίμανδρον . γέγραφε δὲ καὶ ἐν ἔπεσι καὶ ἐλεγείας καὶ ἰάμβους καθ᾽ Ἡσιόδου καὶ Ὁμήρου, ἐπικόπτων αὐτῶν τὰ περὶ θεῶν εἰρημένα. ἀλλὰ καὶ αὐτὸς ἐρραψῴδει τὰ ἑαυτοῦ. ἀντιδοξάσαι τε λέγεται Θαλῇ καὶ Πυθαγόρᾳ, καθάψασθαι δὲ καὶ Ἐπιμενίδου. μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν: (fr. 7).

Diog. L. 9. 18.

ἄνδρες δ᾽ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος ... καὶ Ξενοφάνης φυσικός, τοὺς σίλλους ποιήσας διὰ ποιημάτων.” Str. 14. 643
π. Σωκράτους: τούτῳ τίς, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ Περὶ Ποιητικῆς, ἐφιλονείκει Ἀντίλοχος Λήμνιος ... ὡς Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης Κολοφώνιος: καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ προειρημένος Ξενοφάνης.” Arist. ap. Diog. L. 2. 46
οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνῴσκομεν ὡς ἀνῃρημένην παντάπασι καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς, ὕστερον δ᾽ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ.” Plut. Pyth. Or. 18
μὲν οὖν Ξενοφάνης, διηγουμένου τινος ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας, ‘Οὐκοῦν᾽ εἶπεν ῾ἐν ψυχρῷ αὐτὰς ἑψήσομεν.’” Plut. Com. Not. 46
αὖθις ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον: μὴ δυσωπηθῇς μηδὲ δείσῃς σκωπτόμενος: ἀλλ᾽ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὁμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος.” Plut. Vit. Pud. 5
ΕΛΕΑΤΗΣ ΞΕΝΟΣ: τὸ δὲ παρ᾽ ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις.” Plat. Soph. 242 d
οἷον Ξενοφάνης ἔλεγεν ὅτι ὁμοίως ἀσεβοῦσιν οἱ γενέσθαι φάσκοντες τοὺς θεοὺς τοῖς ἀποθανεῖν λέγουσιν: ἀμφοτέρως γὰρ συμβαίνει μὴ εἶναι τοὺς θεούς ποτε.” Arist. Rh. 2. 23. 1399 b. 6
οἷον Ξενοφάνης Ἐλεάταις ἐρωτῶσιν εἰ θύωσι τῇ Λευκοθέᾳ καὶ θρηνῶσιν μή, συνεβούλευεν εἰ μὲν θεὸν ὑπολαμβάνουσι μὴ θρηνεῖν, εἰ δ᾽ ἄνθρωπον μὴ θύειν.” Arist. Rh. 2. 23. 1400 b. 5
π. ῥυάκων: τὸ δὲ ἐν Λιπάρᾳἀνιὸν πῦρποτὲ καὶ ἐκλιπεῖν φησι Ξενοφάνης ἐπ᾽ ἔτη ἑκκαίδεκα, τῷ δὲ ἑβδόμῳ ἐπανελθεῖν.” Arist. Mir. Ausc. 38. 833 a. 16
habitari ait Xenophanes in luna, eamque esse terram multarum urbium et montium.Cic. Acad. Pr. 2. 39
furere tibi Empedocles videtur, at mihi dignissimum rebus iis de quibus loquitur sonum fundere ... Parmenides, Xenophanes, minus bonis quamquam versibus, sed tamen illis versibus increpant eorum arrogantiam, quasi irati, qui, cum sciri nihil possit, audeant se scire dicere.Cic. Acad. Pr. 23. 74
Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς λοιπὸς κατάλογος τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε.” Ael. fr. 33
Ξενοφάνης δὲ Δεξίνου μὲν υἱός Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα.” Luc. Macr.
π. Ἡρακλείτου: μεγαλόφρων δὲ γέγονε παρ᾽ ὁντιναοῦν καὶ ὑπερόπτης, ὡς καὶ ἐκ τοῦ συγγράμματος αὐτοῦ δῆλον, ἐν φησι, ‘πολυμαθίη νόον οὐ διδάσκει: Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον:’ εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.” Diog. L. 9. 1.
φησὶ δὲ Ξενοφάνηςτέτταρα εἶναι τῶν ὄντων στοιχεῖα, κόσμους δ᾽ ἀπείρους, οὐ παραλλακτοὺς δέ. τὰ νέφη συνίστασθαι τῆς ἀφ᾽ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περιέχον. οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὅμοιον ἔχουσαν ἀνθρώπῳ: ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι ἀναπνεῖν: σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ ἀΐδιον. πρῶτόν τε ἀπεφήνατο ὅτι πᾶν τὸ γινόμενον φθαρτόν ἐστι καὶ ψυχὴ πνεῦμα.” Diog. L. 9. 19
ἐποίησε δὲ καὶ Κολοφῶνος Κτίσιν, καὶ Τὸν εἰς Ἐλέαν τῆς Ἰταλίας Ἀποικισμὸν ἔπη δισχίλια. καὶ ἤκμαζε κατὰ τὴν ἑξηκοστὴν Ὀλυμπιάδα. φησὶ δὲ Δημήτριος Φαληρεὺς ἐν τῷ Περὶ Γήρως καὶ Παναίτιος Στωϊκὸς ἐν τῷ Περὶ Εὐθυμίας ταῖς ἰδίαις χερσὶ θάψαι τοὺς υἱεῖς αὐτόν, καθάπερ καὶ Ἀναξαγόραν. δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ ... καὶ λέλυσθαι ὑπὸ τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρεστάδου, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ.” Diog. L. 9. 20

1 Timon, unknown work.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: