unknown
“‘ ... τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.’ ‘οὐ γὰρ μέλει σοι’ ἔφη ὁ Μυρτίλος ‘ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον κνισοκόλαξ’ ... πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός: ‘ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστι τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;’ ‘τὰ μὲν οὖν τοῦ Ἀσίοὐ’ ἔφη ὁ Μυρτίλος ‘ἔπη ταῦτ᾽ ἐστί:
’ ” Ath. 3. 125bχωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ
ἦλφεν κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,
ἄκλητος, ζωμοῦ κεχρημένος, ἐν δὲ μέσοισιν
ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.CURFRAG.tlg-0242.1