previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἴωνος τοῦ Χίου



Ἴων Χῖος: διθυράμβων καὶ τραγῳδίας καὶ μελῶν ποιητής ... ἔγραψε δὲ καὶ Κωμῳδίας καὶ Ἐπιγράμματα καὶ Παιᾶνας καὶ Ὕμνους καὶ Σκόλια καὶ Ἐγκώμια καὶ Ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ Χίου Κτίσις καὶ Κοσμολογικὸς καὶ Ὑπομνήματα καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. φασι δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγῳδίαν ἀγωνισάμενον ἐν τῇ Ἀττικῇ νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις.” Sch. Ar. Pac. 832
Ἴων Χῖος: τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρφονένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγῳδίας διδάσκειν ἐπὶ τῆς πβ́ Ὀλυμπιάδος.” Suid.

Ελεγείων


τ̔ῷ δ᾽ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόρος μέγα πρεσβεύων Διόνυσοσ᾽ φησιν Ἴων Χῖος ἐν τοῖς Ἐλεγείοις: ἁὕτη γὰρ᾽ κτλ.

... ἡμετέρῳ δὲ χορῷ
οἶνος φυρσοφόρος, μέγα, πρεσβεύων Διόνυσος:
αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων,
τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
5ἐξ οὗ βοτρυόεσσ᾽ οἰνὰς ὑποχθόνιον
πτόρθον ἀνασχομένη θαλερῷ ἐπορέξατο πήχει
αἰθέρος, ὀφθαλμῶν δ᾽ ἐξέθορον πυκινοὶ
παῖδες φωνήεντες, ὅταν πέσῃ ἄλλος ἐ᾽ ἄλλῳ,
πρὶν δὲ σιωπῶσιν, παυσάμενοι δὲ βοῆς
10νέκταρ ἀμέλγονται ποτὸν ὄλβιον ἀνθρώποισιν
ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές:
τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροίτε:
τῶν δ᾽ ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
τοῦ σὺ πάτερ Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
15ἀνδράσιν εὐθύμων συμποσίων πρύτανι,
χαῖρε: δίδου δ᾽ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων,
πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.

CURFRAG.tlg-0308.1
Ath. 10. 447d
καὶ Ἴων δ᾽ Χῖός φησιν:

χαιρέτω ἡμέτερος βασιλεὺς σωτήρ τε πατήρ τε:
ἡμῖν δὲ κρητῆρ᾽ οἰνοχόοι φέραπες
κιρνάντες προχέοιεν ἐν ἀργυρέαις: δὲ χρυσὸς
οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος.
5σπένδοντες δ᾽ ἁγνῶς Ἡρακλέϊ τ᾽ Ἀλκμήνῃ τε
Προκλέϊ Περσείδαις τ᾽ ἐκ Διὸς ἀρχόμενοι
πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
ὀρχείσθω τις, ἑκὼν δ᾽ ἄρχε φιλοφροσύνης:
ὅντινα δ᾽ εὐειδὴς μίμνει θήλεια πάρευνος,
10κεῖνος τῶν ἄλλων κυδρότερον πιέτω.

CURFRAG.tlg-0308.2
Ath. 11. 463b
π. τόνου: ἐπὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῷ ὀνόματι οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα, καθάπερ Τέρπανδρος καὶ Ἴων. μὲν γάρ φησιν: ... δέ:

Ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα
εἰς συμφωνούσας Ἁρμονίας τριόδους,
πρὶν μέν σ᾽ ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες
Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι ...

CURFRAG.tlg-0308.3
Eucl. (Cleon.) Intr. Harm. 19 M
π. φερεκύδου: Ἴων δ᾽ Χῖος περὶ αὐτοῦ φησιν:

ὣς μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ
καὶ φθίμενος ψυχῇ τερπνὸν ἔχει βίοτον,
εἴπερ Πυθαγόρης ἐτύμως σοφὸς περὶ πάντων
ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν.

CURFRAG.tlg-0308.4
Diog. L. i. 120
ὅτι εἴρηται ἀρρενικῶς ... ὀρίγανος ... Ἴων:

αὐτὰρ γ᾽ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.

CURFRAG.tlg-0308.5
Ath. 2. 68b
ἔνιοι δὲ καὶ τεκεῖν ἐκ Θησέως Ἀριάδνην Οἰνοπίωνα καὶ Στάφυλον, ὧν καὶ Ἴων Χῖος περὶ τῆς ἑαυτοῦ πατρίδος λέγων:

τήν ποτε Θησεΐδης ἔκτισεν Οἰνοπίων

CURFRAG.tlg-0308.6
Plut. Vit. Thes. 20
π. Ἴωνος: καὶ αὐτὸς δὲ ἐν τοῖς Ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας Τελέου δὲ θυγατρός, ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις.” Ath. 10. 436 f
δὲ ποιητὴς Ἴων μοθωνικήν φησι τὴν ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ πολλὴν ὑπεροψίαν ἀναμεμεῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων: ἐπαινεῖ δὲ τὸ Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσώμενον ἐν ταῖς συμπεριφοραῖς. ἀλλ᾽ Ἴωνα μὲν ὥσπερ τραγικὴν διδασκαλίαν ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν ... ” Plut. Vit. Pericl. 5. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: