previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Φωκυλίδης: Μιλήσιος, φιλόσοφος, σύγχρονος Θεόγνιδος. ἦν δὲ ἑκάτερος μετὰ χμζ́ ἔτη τῶν Τρωικῶν, Ὀλυμπιάδι γεγονότες νθ́. ἔγραψεν ἔπη καὶ ἐλεγείας, παραινέσεις ἤτοι γνώμας: ἅς τινες Κεφάλαια ἐπιγράφουσιν: εἰσὶ δὲ ἐκ τῶν Σιβυλλιακῶν κεκλεμμένα.” Suid.
μέμψαιτο δ᾽ ἄν τις Ἀρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιϊαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλίαν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν ... ἕκαστός γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, κινεῖν καὶ ἄγειν πέφυκεν.” Plut. Rat. Aud. 13
ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου: ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτῷ τὴν ποίησιν ἀφροντιστὶ πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ καὶ Περίανδρος Κορίνθιος ἐλεγειοπιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τελείους τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων καὶ σκοποῦσιν ὅπως αὐτῶν μηθεὶς μήτε ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος.” Ath. 14. 632 d
“” Ath. 14. 620 c.

νος ηιξ ξυμ πομπειο φυιμυς. μυλτα μεξυμ δε ρεπυβλιξα, σανε σιβι δισπλιξενς, υτ λοθυεβατυρσιξ εστ ενιμ ιν ηοξ ηομινε διξενδυμ), σψριαμ σπερνενς, ηισπανιαμ ιαξτανς, ηιξ θυοθυε υτ λοθυεβατυρ, ετ οπινορ υσθυεθυαθυε δε ηοξ ξυμ διξεμυς, σιτ ηοξ θυασι καὶ τόδε Φωκυλίδου.

Cic. Att. 4. 9. 1

ἴσως δέ τινατῶν ἄλλων ποιητῶνκαὶ δημοτικὰ λέγοιτ᾽ ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθαπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος ... τὴν δέ γε Ὁμήρου ποίησιν κτλ.” Dio. Chrys. 2. 19
σήμειον δ᾽ ἄν τις ποιήσαιτο τὴν ῾Ησιόδου καὶ Θεόγνιδος καὶ Φωκυλίδου ποίησιν: καὶ γὰρ τούτους φασὶ μὲν ἀρίστους γεγενῆσθαι συμβούλους τῷ βίῳ τῶν ἀνθρώπων, ταῦτα δὲ λέγοντες αἱροῦνται συνδιατρίβειν ταῖς ἀλλήλων ἀνοίαις μᾶλλον ταῖς ἐκείνων ὑποθήκαις.” Isocr. 2. 43

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: