previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλεγείων


Κριτίας δὲ οὕτωςτὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει):

Κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα:
εἶτα δ᾽ ὄχος Σικελός, κάλλει δαπάνῃ τε κράτιστος.
... Θεσσαλικὸς δὲ θρόνος γυίων τρυφερωτάτη ἕδρα.
εὐναίου δὲ λέχους μαλλὸν ἄριστον ἔχει
Μίλητός τε Χίος τ᾽ ἔναλος πόλις Οἰνοπίωνος,
Τυρσήνη δὲ κρατεῖ χρυσότυπος φιάλη,
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ:
10Φοίνικες δ᾽ εὗρον γράμματ᾽ ἀλεξίλογα,
θήβη δ᾽ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη:
φορτηγοὺς δ᾽ ἀκάτους Κᾶρες, ἁλὸς ταμίαι.
τὸν δὲ τροχοῦ γαίης τε καμίνου τ᾽ ἔκγονον εὗρεν
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.

CURFRAG.tlg-0319.1
Ath. i. 28 b

προπόσεις δὲ τὰς γινομένας ἐν τοίς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι: δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς Ἐλεγείοις:

καὶ τόδ᾽ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι,
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ᾽ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα,
μηδ᾽ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου
... ἄγγεα Λυδὴ χεὶρ εὗρ᾽ Ἀσιατογενής,
καὶ προπόσεις ὀρέγειν ἐπιδέξια καὶ προκαλεῖσθαι
ἐξονομακλήδην προπιεῖν ἐθέλῃ:
εἶτ᾽ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
10εἰς αἰσχροὺς μύθους, σῶμά τ᾽ ἀμαυρότερον
τεύχουσιν: πρὸς δ᾽ ὄμματ᾽ ἀχλὺς ἀμβλωπὸς ἐφίζει:
λῆστις τ᾽ ἐκτήκει μνημοσύνην πραπίδων:
νοῦς δὲ παρέσφαλται: δμῶες δ᾽ ἀκόλαστον ἔχουσιν
ἦθος: ἐπεισπίπτει δ᾽ οἰκοτριβὴς δαπάνη.
οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
ὥστε φρέν᾽ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν,
εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα:
τοιαύτη τε πόσις σώματί τ᾽ ὠφέλιμος
γνώμῃ τε κτήσει τε: καλῶς τ᾽ εἰς ἔργ᾽ Ἀφροδίτης
20πρός θ᾽ ὕπνον ἥρμοσται τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν,
καὶ τῆς Εὐσεβίης γείτονα Σωφροσύνην.

CURFRAG.tlg-0319.2
ἑξῆς τε πάλιν φησίν:

αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
τέρψασαι λυποῦσ᾽ εἰς τὸν ἅπαντα χρόνον:
Λακεδαιμονίων δὲ δίαιθ᾽ ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς: οὐκ ἔστ᾽ ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ᾽ ἀμέτροισι πότοις.

CURFRAG.tlg-0319.3

Ath. 10. 432d

εἰς Ἀλκιβιάδην


π. συνεκφωήσεως: ἐν δὲ τοῖς ἔ̂πεσι σπανίως: ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην Ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα: φησὶ γάρ:

καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω
Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις:
οὐ γάρ πως ἦν τοὔνομ᾽ ἐφαρμόζειν ἐλεγείῳ:
νῦν δ᾽ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως.

CURFRAG.tlg-0319.4
Heph. 2. 3. p. 9 Cons.
τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνῄσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις:

γνώμη δ᾽ σε κατήγαγ᾽, ἐγὼ ταύτην ἐν ἅπασιν
εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε:
σφραγὶς δ᾽ ἡμετέρης γλώσσης ἐπὶ τοῖσδεσι κεῖται.

CURFRAG.tlg-0319.5
Plut. Alcib. 33

οτηερ


ἔτι τοίνυν Γοργίας μὲν Λεοντῖνός φησι τὸν Κίμωνα τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο: Κριτίας δὲ τῶν τριάκοντα γενόμενος ἐν ταῖς Ἐλεγείαις εὔχεται:

πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος,
νίκας δ᾽ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.

CURFRAG.tlg-0319.6
Plut. Vit. Cim. 10
π. φιλοπονίας καὶ μελέτης καὶ ὅτι ἀσύμφορον τὸ ὀκνεῖν: Κριτίου:

ἐκ μελέτης πλείους κ᾽ φύσεως ἀγαθοί.

CURFRAG.tlg-0319.7
Stob. Fl. 29. 10
ἑνὸς τῶν Ἑπτὰ Σοφῶν ἐστιν ἀπόφθεγμα τὸμηδὲν ἄγαν,’ ὅπερ Χείλωνι ἀνατιθέασιν, ὡς Κριτίας:

ἦν Λακεδαιμόνιος Χείλων σοφός, ὃς τάδ᾽ ἔλεξε:
μηδὲν ἄγαν:’ καιρῷ πάντα πρόσεστι καλά.

CURFRAG.tlg-0319.8
Sch. Eur. Hipp. 264

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: