previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Επιγραμμάτων


Ἱερώνυμος δ᾽ Π̔όδιος ἐν τοῖς Ἱστορικοῖς Υπομνήμασίν φησιν, ὅτι Σοφοκλῆς εὐρεπῆ παῖδα ἔξω τειχους ἀπήγαγε χρησόμενος αὐτῷ. μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴνδὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο: μετ᾽ οὖν τὴν ὁμιλίαν παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους, χλανίδιον ᾤχετο καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμυάτιον. οἷα δὲ εἰκός, διαλαληθέντος τοῦ συνβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονός, καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν πεπονθέναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περί τοῦ Ἡλίου καὶ Βορέου λόγῳ καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος:

ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
γ᾽ μνὸν ἐποίησεν: σοὶ δὲ φιλοῦντι κόρην
βορρᾶς ὡνίλησε: σὺ δ᾽ οὐ σοφός, ὃς τὸν Ἔρωτα
ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.

CURFRAG.tlg-0011.4
Ath. 13. 604d
τουτὶ δὲ ὁμολογουμένως Σοφοκλέους ἐστὶ τὸ ἐπιγραμμάτιον:

ὠιδὴν Ἡροδότῳ τεῦξεν Σοφοκλῆς ἐτέων ὢν
πέντ᾽ ἐπὶ πεντήκοντα ...

CURFRAG.tlg-0011.5
Plut. An Seni 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: