previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλεγείων


σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ‘ἀλλ᾽ ἐγώφησὶν Λεωνίδηςεἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας: πολλοῖς δ ἀντιλέγειν κατὰ τὸν Πάριον Εὐηνὸν ἔθος,’ κτλ.

πολλοῖς ἀντιλέγειν μὲν ἔθος περὶ παντὸς ὁμοίως,
ὀρθῶς δ᾽ ἀντιλέγειν, οὐκέτι τοῦτ᾽ ἐν ἔθει:
καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς παλαιός:
σοὶ μὲν ταῦτα δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε. ’
τοὺς ξυνετοὺς δ᾽ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

CURFRAG.tlg-0251.1
Ath. 9 367 e
Εὐήνου:

Βάκχου μέτρον ἄριστον μὴ πολὺ μηδ᾽ ἐλάχιστον:
ἔστι γὰρ λύπης αἴτιος μανίης.
χαίρει κιρνάμενος τρισὶ Νύμφαις τέτρατος αὐτός:
τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος:
εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν ἔρωτας,
βαπτίζει δ᾽ ὕπνῳ γείτονι τοῦ θανάτου.

CURFRAG.tlg-0251.2
Anth. Pal. 11. 49
π. τοῦ δοκεῖν καὶ τοῦ εἶναι: Εὐηνοῦ:

ἡγοῦμαι σοφίας εἶναι μέρος οὐκ ἐλάχιστον
ὀρθῶς γιγνῴσκειν οἷος ἕκαστος ἀνήρ.

CURFRAG.tlg-0251.3
Stob. Fl. App. 4. 10 M
π. τόλμης: Εὐήνου:

πρὸς σοφίᾳ μὲν ἔχειν τόλμαν μάλα σύμφορόν ἐστιν,
χωρὶς δὲ βλαβερὴ καὶ κακότητα φέρει.

CURFRAG.tlg-0251.4
Stob. Fl. 51. 17
π. ὀργῆς: Εὐήνου:

πολλάκις ἀνθρώπων ὀργὴ νόον ἐξεκάλυψεν
κρυπτόμενον, μανίας πουλὺ χερειότερον.

CURFRAG.tlg-0251.5
Stob. Fl. 20. 2

οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδ 'ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδ᾽ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδ᾽ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν: ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷ α νέοι ἄνθρωποι πλημμελούντων ἐπεῖδον: ὥστ᾽ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὡς ἐπέγραψεν:

δέος λύπη παῖς πατρὶ πάντα χρόνον.

CURFRAG.tlg-0251.6
ἀλλ᾽ ὅμως οὐ παύονται παῖδας τρέφοντες, μάλιστα δ᾽ οἱ παίδων ἥκιστα δεόμενοι.

Plut. Am. Prol. 4

ἀδικίας δέ ἐστιν εἴδη τρία: ἀσέβεια, πλεονεξία, ὕβρις ... ὕβρις δέ, καθ᾽ ἢν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν εἰς ὄνειδος ἄγοντες ἑτέρους: ὅθεν καὶ Εὔηνος περὶ αὐτῆς λέγει:

... ὕβρις,
ἥτις κερδαίνουσ᾽ οὐδὲν ὅμως ἀδικεῖ.

CURFRAG.tlg-0251.7
Arist. VV 1251a (= *stob. *fl. i. 18)
τὸ γὰρ βίαιον ἀναγκαῖον λέγεται, διὸ καὶ λυπηρόν, ὥσπερ καὶ Εὔηνός φησι:

πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ᾽ ἀνιαρὸν ἔφυ.

CURFRAG.tlg-0251.8
Arist. Met. 1015a. 28

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: