previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Β´ Τετραμέτρων


ἀλλὰ πρὸς μὲν τοὺς φίλους εἶπεν, ὡς λέγεται, καλὸν μὲν εἶναι τὴν τυραννίδα χωρίον, οὐκ ἔχειν δὲ ἀπόβασιν, πρὸς δὲ Φῶκον ἐν τοῖς ποιήμασι γράφων:

εἰ δὲ γῆς ἐφεισάμην
πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου
οὐ καθηψάμην, μιάνας καὶ καταισχύνας κλέος,
οὐδὲν αἰδεῦμαι: πλέον γὰρ ὧδε νικήσειν δοκέω
πάντας ἀνθρώπους.

CURFRAG.tlg-0263.34
ὅθεν εὔδηλον ὅτι καὶ πρὸ τῆς νομοθεσίας μεγάλην δόξαν εἶχεν. δὲ φυγόντος αὐτοῦ τὴν τυραννίδα πολλοὶ καταγελῶντες ἔλεγον, γέγραφεν οὕτως:

οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ:
ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο:
περιβαλὼν δ᾽ ἄγραν ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα
δίκτυον, θυμοῦ θ᾽ ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς:
5ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν
καὶ τυραννεύσας Ἀθηνῶν μοῦνον ἡμέραν μίαν,
ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρῖφθαι γένος.

CURFRAG.tlg-0263.35
ταῦτα τοὺς πολλοὺς καὶ φαύλους περὶ αὐτοῦ πεποίηκε λέγοντας. οὐ μὴν ἀπωσάμενόν γε τὴν τυραννίδα τὸν πρᾳότατον ἐχρήσατο τρόπον τοῖς πράγμασιν, οὐδὲ μαλακῶς οὐδ᾽ ὑπείκων τοῖς δυναμένοις οὐδὲ πρὸς ἡδονὴν τῶν ἑλομένων ἔθετο τοὺς νόμους: ἀλλ᾽ μὲν ἄρ᾽ οἰστὸν ἦν οὐκ ἐπήγαγεν ἰατρείαν οὐδὲ καινοτομίαν, φοβηθεὶς μὴσυγχέας παντάπασι καὶ ταράξας τὴν πόλιν ἀσθενέστερος γένηται τοῦ καταστῆσαι πάλιν καὶ συναρμόσασθαιπρὸς τὸ ἄριστον.

[μηδὲ συγχέας ταράξας παντάπασι τὴν πόλιν
ἀσθενέστερος γένωμαι τοῦ καταστῆσαι πάλιν
καὶ συναρμόσασθαι.]

CURFRAG.tlg-0263.36

Plut. Vit. Sol. 14

π. Σόλωνος: καὶ πάλιν δ᾽ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων:

οἳ δ᾽ ἐφ᾽ ἁρπαγαῖσιν ἦλθον ἐλπίδ᾽ εἶχον ἀφνεάν,
κἀδόκουν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,
καὶ με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον.
χαῦνα μὲν τότ᾽ ἐφράσαντο, νῦν δέ μοι χολουμένοι
5λοξὸν ὀφθαλμοῖσ᾽ ὁρῶσι πάντες ὥστε δήϊον,
οὐ χρεών: μὲν γὰρ εἶπα σὺν θεοῖσιν ἤνυσα,
ἄλλα δ᾽ οὐ μάτην ἔερδον, οὐδέ μοι τυραννίδος
ἥνδανεν βίᾳ τι ῥέζειν, οὐδὲ πιείρας χθονὸς
πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν.

CURFRAG.tlg-0263.37
Arist. Ath. 12
καὶ ὡς ἐψεύδετο δεδήλωται ... σὺ δ᾽ εἰδὼς τὸν Σόλωνα καὶ νῦν ὃν ἀνθ᾽ ἡμῶν αἰτιᾶσθαι δίκαιον οὐκ ἀγνοεῖς.

ὃν γὰρ ἀνθ᾽ ἡμῶν δίκαιον αἰτιᾶσθ᾽ οὐκ ἀγνοεῖς.

CURFRAG.tlg-0263.38
Liban. Ep. 842F

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: