previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κριτίου



ἀλλ᾽, ἔφη γε κατήγορος, Σωκράτει ὁμιλητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην. Κριτίας μὲν γὰρ τῶν ἐν τῇ ὀλιγαρχίᾳπάντων πλεονεκτίστατός τε καὶ βιαιότατος ἐγένετο, Ἀλκιβιάδης δὲ αὖ τῶν ἐν τῇ δημοκρατίᾳ πάντων ἀκρατέστατός τε καὶ ὑβριστότατος.” Xen. Mem. i. 2. 12
λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν ὅτι ὑϊκὸν αὐτῷ δοκοίη πάσχειν Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνῆσθαι ὥσπερ τὰ ὑΐδια τοῖς λίθοις. ἐξ ὧν δὴ καὶ ἐμίσει τὸν Σωκράτην Κριτίας, ὥστε καὶ ὅτε τῶν τριάκοντα ὢν νομοθέτης μετὰ Χαρικλέους ἐγένετο, ἀπεμνημόνευσεν αὐτῷ, καὶ ἐν τοῖς νόμοις ἔγραψε λόγων τέχνην μὴ διδάσκειν, ἐπηρεάζων ἐκείνῳ καὶ οὐκ ἔχων ὅπῃ ἐπιλάβοιτο, ἀλλὰ τὸ κοινῇ τοῖς φιλοσόφοις ὑπὸ τῶν πολλῶν ἐπιτιμώμενον ἐπιφέρων αὐτῷ καὶ διαβάλλων πρὸς τοὺς πολλούς.” Xen. Mem. i. 2. 30 ...
τῷ δ᾽ ἐπιόντι ἔτει ... ἔδοξε τῷ δήμῳ τριάκοντα ἄνδρας ἑλέσθαι, οἳ νόμους συγγράψουσι καθ᾽ οὓς πολιτεύσουσι. καὶ ᾑρέθησαν οἵδε: Πολυχάρης, Κριτίας, Μηλόβιος, κτλ.” Xen. Hell. 2. 3. 1
ἀπέθανον δ᾽ ἐνταῦθα τῶν τριακοντα Κριτίας τε καὶ Ἱππόμαχος.” Xen. Hell. 2. 4. 19.
τί δέ; Καρχηδονίοις οὐκ ἐλυσιτέλει Κριτίαν λαβοῦσιν Διαγόραν νομοθέτην ἀπ᾽ ἀρχῆς, μήτε τινὰ δαιμόνων μήτε θεῶν νομίζειν τοιαῦτα θύειν οἷα τῷ Κρόνῳ ἔθυον;” Plut. Sup. 13
Σόλωνος γὰρ ἦν ἀδελφὸς Δρωπίδης ... οὗ Κριτίας τῶν τριάκοντα.” Diog. L. 3. 1
χαμαιλέων γοῦν Ἡρακλεώτης ἐν τῷ ἐπιγραφομένῳ Προτρεπτικῷ Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν ... Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους, Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου.” Ath. 4. 184 d
ΣΩΚΡΑΤΗΣ καὶ ΧΑΡΜΙΔΗΣ: σΩ. τε γὰρ πατρῴα ὑμῖν οἰκία Κριτίου τοῦ Δρωπίδου καὶ ὑπὸ Ἀνακρέοντος καὶ ὑπὸ Σόλωνος καὶ ὑπ᾽ ἄλλων πολλῶν ποιητῶν ἐγκεκωμιασμένη παραδέδοται ἡμῖν.” Plat. Charm. 157 e
τὸν Πειρίθουν γράψας, εἴτε Κριτίας ἐστὶν τύραννος Εὐριπίδης.” Ath. 11 496 b ...
π. Κριτίου: ἔστι γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῷ Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφαντικῶς, καθαρώτερος δὲ τὴν λέξιν, καὶ ὅτε παραβάλλοι διευκρινῶν, ὥστε εἶναι καὶ σαφὴς ἅμα τῷ μεγέθει καὶ εὐκρινής. ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς Προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν.” Hermog. Rh. Gr. 2. 415 Spengel
ἕτεροι δὲτὴν ψυχὴν εἶναι ἀπεφήναντοαἷμα, καθάπερ Κριτίας.” Arist. Anim. i. 2
τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ διὰ τούτων: ‘ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, δ᾽ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, δὲ Θετταλικὸς κτλ.’” Ath. 11. 463 e
δὲ Κριτίας ἦν μὲν γενναίας καὶ ἁδρᾶς φύσεως, ἥπτετο δὲ καὶ φιλοσόφων συνουσιῶν, καὶ ἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δὲ ἐν ἰδιώταις.” Sch. Plat. Tim. 20 a

Ael. V.H. 10. 13.


τυραννικώτατος δὲ καὶ φονικώτατος Κριτίας γενόμενος, καὶ τὴν πατρίδα ἐλύπησε πολλὰ καὶ αὐτὸς μισούμενος τὸν βίον κατέστρεψε.” Ael. V.H. 4. 15

ἐλεγείων


Κριτίας δὲ οὕτωςτὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει):

Κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα:
εἶτα δ᾽ ὄχος Σικελός, κάλλει δαπάνῃ τε κράτιστος.
... Θεσσαλικὸς δὲ θρόνος γυίων τρυφερωτάτη ἕδρα.
εὐναίου δὲ λέχους μαλλὸν ἄριστον ἔχει
Μίλητός τε Χίος τ᾽ ἔναλος πόλις Οἰνοπίωνος,
Τυρσήνη δὲ κρατεῖ χρυσότυπος φιάλη,
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ:
10Φοίνικες δ᾽ εὗρον γράμματ᾽ ἀλεξίλογα,
θήβη δ᾽ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη:
φορτηγοὺς δ᾽ ἀκάτους Κᾶρες, ἁλὸς ταμίαι.
τὸν δὲ τροχοῦ γαίης τε καμίνου τ᾽ ἔκγονον εὗρεν
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.

CURFRAG.tlg-0319.1
Ath. i. 28 b

προπόσεις δὲ τὰς γινομένας ἐν τοίς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι: δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς Ἐλεγείοις:

καὶ τόδ᾽ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι,
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ᾽ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα,
μηδ᾽ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου
... ἄγγεα Λυδὴ χεὶρ εὗρ᾽ Ἀσιατογενής,
καὶ προπόσεις ὀρέγειν ἐπιδέξια καὶ προκαλεῖσθαι
ἐξονομακλήδην προπιεῖν ἐθέλῃ:
εἶτ᾽ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
10εἰς αἰσχροὺς μύθους, σῶμά τ᾽ ἀμαυρότερον
τεύχουσιν: πρὸς δ᾽ ὄμματ᾽ ἀχλὺς ἀμβλωπὸς ἐφίζει:
λῆστις τ᾽ ἐκτήκει μνημοσύνην πραπίδων:
νοῦς δὲ παρέσφαλται: δμῶες δ᾽ ἀκόλαστον ἔχουσιν
ἦθος: ἐπεισπίπτει δ᾽ οἰκοτριβὴς δαπάνη.
οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
ὥστε φρέν᾽ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν,
εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα:
τοιαύτη τε πόσις σώματί τ᾽ ὠφέλιμος
γνώμῃ τε κτήσει τε: καλῶς τ᾽ εἰς ἔργ᾽ Ἀφροδίτης
20πρός θ᾽ ὕπνον ἥρμοσται τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν,
καὶ τῆς Εὐσεβίης γείτονα Σωφροσύνην.

CURFRAG.tlg-0319.2
ἑξῆς τε πάλιν φησίν:

αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
τέρψασαι λυποῦσ᾽ εἰς τὸν ἅπαντα χρόνον:
Λακεδαιμονίων δὲ δίαιθ᾽ ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς: οὐκ ἔστ᾽ ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ᾽ ἀμέτροισι πότοις.

CURFRAG.tlg-0319.3

Ath. 10. 432d

εἰς Ἀλκιβιάδην


π. συνεκφωήσεως: ἐν δὲ τοῖς ἔ̂πεσι σπανίως: ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην Ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα: φησὶ γάρ:

καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω
Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις:
οὐ γάρ πως ἦν τοὔνομ᾽ ἐφαρμόζειν ἐλεγείῳ:
νῦν δ᾽ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως.

CURFRAG.tlg-0319.4
Heph. 2. 3. p. 9 Cons.
τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνῄσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις:

γνώμη δ᾽ σε κατήγαγ᾽, ἐγὼ ταύτην ἐν ἅπασιν
εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε:
σφραγὶς δ᾽ ἡμετέρης γλώσσης ἐπὶ τοῖσδεσι κεῖται.

CURFRAG.tlg-0319.5
Plut. Alcib. 33

οτηερ


ἔτι τοίνυν Γοργίας μὲν Λεοντῖνός φησι τὸν Κίμωνα τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο: Κριτίας δὲ τῶν τριάκοντα γενόμενος ἐν ταῖς Ἐλεγείαις εὔχεται:

πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος,
νίκας δ᾽ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.

CURFRAG.tlg-0319.6
Plut. Vit. Cim. 10
π. φιλοπονίας καὶ μελέτης καὶ ὅτι ἀσύμφορον τὸ ὀκνεῖν: Κριτίου:

ἐκ μελέτης πλείους κ᾽ φύσεως ἀγαθοί.

CURFRAG.tlg-0319.7
Stob. Fl. 29. 10
ἑνὸς τῶν Ἑπτὰ Σοφῶν ἐστιν ἀπόφθεγμα τὸμηδὲν ἄγαν,’ ὅπερ Χείλωνι ἀνατιθέασιν, ὡς Κριτίας:

ἦν Λακεδαιμόνιος Χείλων σοφός, ὃς τάδ᾽ ἔλεξε:
μηδὲν ἄγαν:’ καιρῷ πάντα πρόσεστι καλά.

CURFRAG.tlg-0319.8
Sch. Eur. Hipp. 264

Ἔπων


π. ἔρωτος: ὃν σοφὸς ὑμνῶν ἀεί ποτε Ἀνακρέων πᾶσίν ἐστι διὰ στόματος: λέγει οὖν περὶ αὐτοῦ καὶ κράτιστος Κριτίας τάδε:

τὸν σὲ γυναικείων μελέων πλέξαντά ποτ᾽ ᾠδὰς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον:
5οὔποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται:
ἔστ᾽ ἂν ὕδωρ οἴνῳ συμμειγνύμενον κυλίκεσσιν
παῖς διαπομπεύῃ προπόσεις ἐπιδέξια νωμῶν,
παννυχίδας θ᾽ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ᾽ χαλκοῦ θυγατὴρ ἐ᾽ ἄκραισι καθίζῃ
10κοττάβου ὑψηλὴ κορυφαῖς Βρομίου ψακάδεσσιν.

CURFRAG.tlg-0319.9
Ath. 13. 600 e

unknown meters


Metrum dactylicum hexametrum primitus ab Orpheo Critias adserit.Mall. Theod. Gram. Lat. 6. 2. 589. 20 K

παρὰ δὲ Κριτίᾳ καὶ

λογεύς

CURFRAG.tlg-0319.10
ῥήτωρ.

Poll. 2. 122

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: