previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλεγείων


καὶ Δημόκριτοςἀλλ᾽ ἵνα κἄγωφησίνμνημονεύσω τῶν τοῦ Χαλκοῦ ποιητοῦ καὶ ῥήτορος Διονυσίου -- Χαλκοῦς δὲ προσηγορεύθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι, καὶ τὸν λόγον τοῦτον ἀνέγραψε Καλλίμαχος ἐν τῇ τῶν Ῥητορικῶν Ἀναγραφῇ -- λέξω τι καὶ αὐτὸς ἐκ τῶν Ἐλεγείων: σὺ δὲ, Θεόδωρε’ (τοῦτο γάρ σου τὸ κύριον ὄνομα) ‘δέχου,’ κτλ.

Θεόδωρε, δέχου τήνδε προπινομένην
τὴν ἀπ᾽ ἐμοῦ ποίησιν: ἐγὼ δ᾽ ἐπιδέξια πέμπω
σοὶ πρώτῳ χάρταις ἐγκεράσας Χάριτας.
καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι,
συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος.

CURFRAG.tlg-0246.1
Ath. 15. 669 d
πρὸς ὃν Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῇς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη: ‘τίς οὗτος συρβηνέων χορός; καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις ὁμοίως μόνος ἀνασπάσας τὰ κοττάβεια:

ἀγγελίας ἀγαθῆς δεῦρ᾽ ἴτε πευσόμενοι,
καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε
τὴν ξύνεσιν παρ᾽ ἐμοί, καὶ τάδε μανθάνετε:

CURFRAG.tlg-0246.2

εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα.

’ ” Ath. 15. 669 b


μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων:

Κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου
κώρυκον: οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
ἐς σφαίρας κυλίκων: καὶ πρὶν ἐκεῖσε δικεῖν
ὄμμασι βηματίσαισθε τὸν ἀέρα τὸν κατὰ κλίνην,
εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.

CURFRAG.tlg-0246.3
ἐπὶ τούτοις Οὐλπιανὸς ᾔτει πιεῖν μεγάλῃ κύλικι ἐπιλέγων ἐκ τῶν αὐτῶν Ἐλεγείων καὶ τόδε:

... ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν
τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
τοῦδ᾽ ἐπὶ συμποσίου: δεξιότης δὲ λόγου
Φαίακας Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει.

CURFRAG.tlg-0246.4

Ath. 15. 668 e

“‘ Ποντιανὸς ἔφη πάντων τούτων εἶναι τῶν δεινῶν μητρόπολιν τὸν οἶνον, δι᾽ ὃν καὶ τὰς μέθας καὶ τὰς μανίας, ἔτι δὲ καὶ τὰς παροινίας γίγνεσθαι: οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς Χαλκοῦς ἐπικαλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις κυλίκων ἐρέτας ἔφη:

καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίῃ Διονύσου
συμποσίου ναῦται καὶ κυλίκων ἐρέται
... περὶ τοῦδε: τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.

CURFRAG.tlg-0246.5
’” Ath. 10. 443 c
ταῦτα, φίλτατε Τιμόκρατες, κατὰ τὸν Πλάτωνα οὐ Σωκράτους νέου καὶ καλοῦ παίγνια, ἀλλὰ τῶν δειπνοσοφιστῶν σπουδάσματα. κατὰ γὰρ τὸν Χαλκοῦν Διονύσιον:

... τί κάλλιον ἀρχομένοισιν
καὶ καταπαυομένοις τὸ ποθεινότατον;

CURFRAG.tlg-0246.6
Ath. 15 fin.

ἔστι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἁμαρτία, ἐὰν μὴ ἡδείας σημεῖα φωνῆς, οἷον Διονύσιος προσαγορεύει Χαλκοῦς ἐν τοῖς Ἐλεγείοις

κραυγὴν Καλλιόπης

CURFRAG.tlg-0246.7
τὴν ποίησιν, ὅτι ἄμφω φωναί: φαυλὴ δὲ μεταφορὰταῖς ἀσήμοις φωναῖς.†

Arist. Rhet. 1405a 31

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: