previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Στρεψιάδης
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τψ᾽ͅκίδιον;

Φειδιππίδης
ὁρῶ. τί οὖν τοῦτ᾽ ἐστὶν ἐτεόν, πάτερ;

Στρεψιάδης
ψυχῶν σοφῶν τοῦτ᾽ ἐστὶ φροντιστήριον
ἐνταῦθ᾽ ἐνοικοῦσ᾽ ἄνδρες οἳ τὸν οὐρανὸν
λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεὺς
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ᾽ ἄνθρακες.
οὗτοι διδάσκουσ᾽, ἀργύριον ἤν τις διδῷ,
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

Ar. Nub. 94
ταῦτα δὲ πρότερος Κρατῖνος ἐν Πανόπταις δράματι περὶ Ἵππωνος τοῦ φιλοσόφου κωμῳδῶν αὐτὸν λέγει.” Sch. Ar. Nub. 94τοῦ δὲ Ἵππωνος καὶ αὐτοῦ ὡς ἀσεβοῦς γενομένου μέμνηται Κρατῖνος.” Sch. Clem. Al. Protr. 4. 103ἵππων δὲ Ῥηγῖνος ἀρχὰς ἔφη ψυχρὸν τὸ ὕδωρ καὶ θερμὸν τὸ πῦρ, γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὕδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν συστῆσαί τε τὸν κόσμον.” Hippol. i. 16οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτού̂ Ἵππων οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῷ μνήματι τῷ ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον: ‘Ἵππωνος τόδε σῆμακτλ.” Clem. Al. Protr. 55. i. 48Ἵππωνος δ᾽ οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτωντῶν τὸ ὕδωρ ἀρχὴν εἶναι οἰομένωνδιὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας.” Arist. Met. 984 a 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: