previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλεγείων


Λύδης


Δώτιον: ... καὶ Δωτιὰς ὡς Ἰλιὰς τοῦ Ἰλιεύς ... καὶ Ἀντίμαχος ἐν δευτέρῳ Λύδης:

φεύγοντας γαίης ἔκτοθι Δωτίαδος

CURFRAG.tlg-0239.1
Steph. Byz.
ὀργεῶνες: ... Σέλευκος δὲ ἐν τῷ Ψ̔πομνήματι τῶν Σόλωνος Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συνόδους ἔχοντας περί τινας ἥρωας θεούς: ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱεπέας οὕτω καλοῦσιν: γὰρ Ἀντίμαχος ἐν τῇ Λύδῃ γ́:

ἔνθα Καβάρνους θῆκεν ἀγακλέας ὀργειῶνας

CURFRAG.tlg-0239.2
Phot. Lex. 344. 7
παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα Πολύβῳ τροφεῖ δίδωσιν: ὅτι δὲ Πολύβῳ δέδωκεΟἰδίπουςτοὺς ἵππους, καὶ Ἀντίμαχός φησιν ἐν Λύδῃ:

εἶπε δὲ φωνήσας: Π̔όλυβε, θρεπτήρια τάσδε
ἵππους τοι δώσω δυσμενέων ἐλάσας.᾿

CURFRAG.tlg-0239.3
Sch. Eur. Phoen. 44
ὅτι δὲ καὶ ἡλιος ἐπὶ ποτηρίου δικομίζετο ἐπὶ τὴν δύσιν, Στησίχορος μὲν οὕτως φησίν:fr. 8 ... καὶ Ἀντίμαχος δ᾽ οὑτωσὶ λέγει:

τότε δὴ χρυσέῳ ἐν δέπαϊ
ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια.

CURFRAG.tlg-0239.4
Ath. 11. 469 e
ἕρκτωρ: πρακτικός: Ἀντίμαχος:

οἵ σοι τῶν μεγάλων ἕρκτορές εἰσι κακῶν.

CURFRAG.tlg-0239.5
Et. Mag. 375. 40
δύπτοντες κεφαλάς: ... δύπτειν δέ ἐστι τὸ δύνειν ὡς παρὰ Καλλιμάχῳ ... πρότερος δὲ Ἀντίμαχος:

ἠΰτε τις καύηξ δύπτῃ ...
... ἁλμυρὸν εἰς πέλαγος ...

CURFRAG.tlg-0239.6
Sch. Ap. Rhod. i. 1008
Ζήτης καὶ Κάλαϊς: τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν: οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος, Δοῦρις δὲ ἐξ Ὑπερβορέων: κατάλεγει δὲ τούτους καὶ Ἀντίμαχος.” Sch. Ap. Rhod. i. 211
Ἀντίμαχος δὲ ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τὸ καταβαρεῖσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος.” Sch. Ap. Rhod. i. 1289
π. ταύρων τῶν Αἰήτου: καὶ Ἀντίμαχος ἐν τῇ Λύδῃ Ἡφαιστοτεύκτους τοὺς ταύρους ἀπεφήνατο.” Sch. Ap. Rhod. 3. 409
Μόσυχλος δὲ ὄρος τῆς Λήμνου, ὡς Ἀντίμαχος:

ἡφαίστου πυρὶ εἴκελον, ῥα τίτυσκει
δαίμων ἀκροτάτῆς ἐν κορυφῇς Μοσύχλου.

CURFRAG.tlg-0239.7
Sch. Nic. Ther. 472
ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν ἐπιρραίνουσαν ἀρκεύθῳ τὸ φάρμακον κοιμίσαι τὸν δράκοντα ἐπᾴδουσαν καὶ οὕτω τὸ κῶας ἀνελέσθαι, καὶ χωρισθῆναι ἀμφοτέρους ἐπὶ τὴν ναῦν κοιμωμένου τοῦ θηρίου, συμφώνως τῷ Ἀντιμάχῳ.” Sch. Ap. Rh. 4. 156
Τιμαίου λέγοντος ἐν Κερκύρᾳ τοὺς γάμους ἀχθῆναι, Διονύσιος Μιλήσιος ἐν δευτέρῳ τῶν Ἀργοναυτικῶν ἐν Βυζαντίῳ φησίν, Ἀντίμαχος ἐν Λύδῃ ἐν Κόλχοις πλησίον τοῦ ποταμοῦ μιγῆναιτῇ Μηδείᾳ τὸν Ἰάσονα).” Sch. Ap. Rh. 4. 1153
ἡσίοδός τε καὶ Πίνδαρος ἐν Πυθιονίκαις καὶ Ἀντίμαχος ἐν Λύδῃ διὰ τοῦ Ὠκεανοῦ φασιν ἐλθεῖν αὐτοὺςτοὺς Ἀργοναυταςεἰς Λιβύην, καὶ βαστάσαντας τὴν Ἀργὼ εἰς τὸ ἡμέτερον πέλαγος γενέσθαι.” Sch. Ap. Rh. 4. 259
Στροφάδας φησὶ κεκλῆσθαι διὰ τὸ τοὺς Βορεάδας αὐτόθεν ὑποστρέψαι, στραφέντας εἰς τοὐπίσω, λαβὼν παρὰ Ἀντιμάχου: οὕτω γὰρ ἐκεῖνος ἐν τῇ Λύδῃ περὶ αὐτῶν μέμνηται. οἱ δὲ Ξτροφάδας φασὶν αὐτὰς κεκλῆσθαι καθὸ ἐπιστραφέντες αὐτόθι ηὔξαντο τῷ Διΐ καταλαβεῖν τὰς Ἁρπυίας. κατὰ δὲ Ἡσίοδον καὶ Ἀντίμαχον καὶ Ἀπολλώνιον οὐ κτείνονται.” Sch. Ap. Rh. 2. 296αἱ Πλωταὶ νῆσοι μετωνομάσθησαν Ξτροφάδες: μέμνηται αὐτῶν καὶ Αντίμαχος ἐν τῇ Λύδῃ.” Sch. Ap. Rh. 2. 297
Ἀγηνορίδης Φινεὺς: Ἀγήνορος γὰρ παίς ἐστιν, ὡς Ἑλλάνικος: ὡς δὲ Ἡσίοδός φησιν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας: ὁμοίως δὲ καὶ Ἀσκληπιάδης καὶ Ἀντίμαχος καὶ Φερεκύδης φασίν.” Sch. Ap. Rh. 2. 178
Adonis, ut Hesiodus ait, Phoenicis et Alphesiboeae, Agenoris (Panyasis?) Thiantis qui Histriam Arabiamque (Assyriam?) tenuit imperio, ut Antimachus ait, regnavit Cypro.Prob. ad Verg. Ecl. 10. 18
Σήσαμοι καὶ Ἐρυθῖνοι: χωρία Παφλαγονίας: οὓς Ἐρυθίνους φησὶν Ἀντίμαχος διὰ τὴν ἐρυθρότητα καὶ διὰ τῂν τοιαύτην χροιάν.” Et. Mag. Vet. 265
Ἀντίμαχος δὲ ἐν τῇ Λύδῃ, ὅτι τοὺς Σολύμους ἀνεῖλεΒελλεροφόντηςθεοῖς ὄντας προσφιλεῖς, διὰ τοῦτο μισηθῆναι αὐτόν φησιν ὑπὸ τῶν θεῶν.” Sch. Il. 6. 200ἐκ Σολύμων: τῆς Κιλικίας εἰσίν: ὅθεν καὶ οἱΣόλυμοι ὠνομάσθησαν ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Καλχηδονίας, ὡσἈντίμαχος λέγει.” Sch. Od. 5. 283

δέλτων


καὶ περὶ τὸν Εὐλέα δὲ ποταμόν, οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως:

ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος

CURFRAG.tlg-0239.8
Δημήτριος δ᾽ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωϊκοῦ Διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.

Ath. 7. 300 d

Ἰαχίνης


ἀβολήτωρ: ... Ἀντίμαχος Ἰαχίνῃ:

τοὶ δ᾽ ἄρα οἱ ἀβολήτορες ἄνδρες ἔασιν:

CURFRAG.tlg-0239.9
οὕτως Φίλων εἰς τὰ ῥηματικὰ αὐτοῦ. ἀντὶ τοῦ μάρτυρες συνηλλακότες καὶ συντυχόντες. οὕτως εἰς τὸν Διογενιανόν.

Et. Mag. 4. 6

οτηερ


σοῦσα: σχοινία: Ὁμήρου: (Od. 21.390-1, readingσοῦσονforὅπλον): Ἀντιμάχου:

ἐν δ᾽ ἱστὸν θῆκεν, λαίφεσι δὲ λινέοις
σοῦσ᾽ ἐτίθει παντοῖα θεὰ πόδας ἠδὲ κάλωας,
ἐν δ᾽ ὑπέρας στρεπτὰς ὅπλα τε πάντα νέως.

CURFRAG.tlg-0239.10
Ostrac. Berol. 12605
π. Χαρίτων: Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτων οὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς.” Paus. 9. 35. 5
π. τοῦ φάρος: καὶ οὐδέτερον, ὅποτε σημαντικὸν τοῦ ἱματίου καὶ τοῦ ἀρότρου, ὡς καὶ παρ᾽ Ἀλκμᾶνι, ἀλλὰ καὶ παρ᾽ Ἀντιμάχῳἀεί,’ κτλ. οὕτως ἐν τοῖς ἀντιγράφοις εἴρηται:

ἀεὶ φάρεος χατέουσὶν ἑκόντες.

CURFRAG.tlg-0239.11
Hdn. π.μ.λ. 2. 36. 31

ἰστέον δὲ ὅτι εὑρίσκονται καὶ ἄλλα ἰαμβικὰ μὴ ἔχοντα ἐ᾽ εὐθείας τὸ τ καὶ εἰς τὴν ου δίφθογγον ἔχοντα τὴν γενικήν: εἰσὶ δὲ ταῦτα: ... Πύδης Πύδουὄνομα ποταμοῦὡς παρὰ Ἀντιμάχῳ:

κὰδ δὲ Πύδην τε ῥέοντα

CURFRAG.tlg-0239.12
τοῦτο δὲ ἐναντίως ἔκλινεν Ἀντίμαχος: ὅτε μὲν γὰρ ἰαμβικόν ἐστιν ἰσοσυλλάβως αὐτὸ κλίνει ὡς ἐπὶ τῆς λεχθείσης χρήσεως, ὅτε δὲ σπονδειακόν ἐστι, περιττοσυλλάβως αὐτὸ κλίνει οἷον:

Πύδητος κούρη τηλεκλειτοῦ ποταμοῖο

CURFRAG.tlg-0239.13

Choerob. i. 139.17

Εἰσκονιανοί

CURFRAG.tlg-0239.14
οἱ Ἐφέσιοι, ὡς Ἀντίμαχος.

Hesycn.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: