previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Τυρταῖος: (άἈρχεμβρότου, Λάκων Μιλήσιος, ἐλεγειοποιὸς καὶ αὐλητής: ὃν λόγος τοῖς μέλεσι χρησάμενον παροτρῦναι Λακεδαιμονίους πολεμοῦντας Μεσσηνίοις καὶ ταύτῃ ἐπικρατεστέρους ποιῆσαι. ἔστι δὲ παλαίτατος, σύγχρονος τοῖς Ἑπτὰ κληθεῖσι Σοφοῖς, καὶ παλαίτερος. ἤκμαζε γοῦν κατὰ τὴν λε᾽ Ὀλυμπιάδα. ἔγραψε Πολιτείαν Λακεδαιμονίοις καὶ Ὑποθήκας δί᾽ ἐλεγείας, καὶ μέλη πολεμιστήρια, βιβλία ε᾽. (β́ὅτι Λακεδαιμόνιοι ὤμοσαν Μεσσήνην αἱρήσειν αὐτοὶ τεθνήξεσθαι. χρήσαντος δὲ τοῦ θεοῦ στρατηγὸν παρὰ Ἀθηναίων λαβεῖν, λαμβάνουσι Τυρταῖον τὸν ποιητήν, χωλὸν ἄνδρα: ὃς ἐπ᾽ ἀρετὴν αὐτοὺς παρακαλῶν εἷλε τῷ κ᾽ ἔτει τὴν Μεσσήνην. καὶ ταύτην κατέσκαψαν, καὶ τοὺς αἰχμαλώτους ἐν τοῖς Εἵλωσι κατέταξαν.” Suid.
ΑΘΗΝΑΙΟΣ ΞΕΝΟΣ, ΜΕΓΙΛΛΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΣ, ΚΛΕΙΝΙΑΣ ΚΡΗΣ: ΑΘ. προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲτῶν Λακεδαιμονίωνπολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν, εἰὼν ὅτι: ‘οὔτ᾽ ἂν μνησαίμην οὔτ᾽ ἐν λόγῳ ἄνδρα τιθείμην,’ οὔτ᾽ εἰ τις πλουσιώτατος ἀνθρώπων πων εἴη, φησίν, οὔτ᾽ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτ᾽ ἀεί. ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα: ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι. ΜΕ. πάνυ μὲν οὖν. ΚΛ. καὶ μὴν καὶ παρ᾽ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.” Plat. Legg. 629a
Τυρταῖος οὗτος Ἀθηναῖος ἐγένετο, εὐτελὴς τὴν τύχην: γραμματιστής γὰρ ἦν καὶ χωλὸς τὸ σῶμα, καταφρονούμενος ἐν Ἀθήναις. τοῦτον Λακεδαιμονίοις ἔχρησεν Ἀπόλλων μεταπέμψασθαι, ὅτε πρὸς Μεσσηνίους εἶχον τὴν μάχην καὶ ἐν ἀπορίᾳ κατέστησαν πολλῇ, ὡς δὴ ἱκανοῦ αὐτοῖς ἐσομένου πρὸς τὸ συνιδεῖν τὸ λυσιτελές: αὐτῷ γὰρ ἐπέτρεψε χρήσασθαι συμβούλῳ. ἀφικόμενος δὲ οὗτος εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον, προτρέπων παντοίως: ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος: ‘Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν.’ τοῦτον οὖν ἐν τῷ λόγῳ παρέλαβεν Ἀθηναῖος ξένος, ὡς καὶ αὐτὸν πολέμου σύμβουλον γεγονότα.” Sch. ad Plat. Legg. 629a
π. τοῦ Μεσσηνιακοῦ πολέμουτοῦ δευτέρου: ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον: ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τὸν τε χρησμὸν ἀπαγγελοῦντας, καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα χρή σφισιν. Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμόνιους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην, οὐδὲ αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι καὶἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων, νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλόςτοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχῃ, καὶ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν.” Paus. 4. 15. 6
οὐ μόνον δὲ ἐπὶ Σωκράτους Ἀθηναῖοι πεπόνθασι τοῦτο, ἀλλὰ καὶ ἐπὶ πλείστων στων ὅσων. καὶ γὰρ Ὅμηρον, καθ᾽ φησιν Ἡρακλείδης, πεντήκοντα δραχμαῖς ὡς μαινόμενον ἐζημίωσαν, καὶ Τυρταῖον παρακόπτειν ἔλεγον, καὶ Ἀστυδάμαντα πρότερον τῶν περὶ Αἰσχύλον ἐτίμησαν εἰκόνι χαλκῇ.” Diog. L. 2. 43
“ ... ὃν δὴ κατ᾽ ἀρχὰς εἴπομεν τῶν Τυρταίου πολεμικῶν εἶναι πολεμικώτερον.” Plat. Legg. 667
ΑΘΗΝΑΙΟΣ ΞΕΝΟΣ, ΚΛΕΙΝΙΑΣ ΚΡΗΣ: ΑΘ. ἀλλὰ δῆτα οὐ χρὴ τὸν νομοθέτην μόνον τῶν γραφόντων περὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων συμβουλεύειν, διδάσκοντα οἷά τέ ἐστι καὶ ὡς ἐπιτηδευτέον αὐτὰ τοῖς μέλλουσιν εὐδαίμοσιν ἔσεσθαι; ΚΛ. καὶ πῶς οὔ; ΑΘ. ἀλλὰ αἰσχρὸν δὴ μᾶλλον Ὁμήρῳ τε καὶ Τυρταίῳ καὶ τοῖς ἄλλοις ποιηταῖς περὶ βίου τε καὶ ἐπιτηδευμάτων κακῶς θέσθαι γράψαντας, Λυκούργῳ δὲ ἧττον καὶ Σόλωνι καὶ ὅσοι δὴ νομοθέται γενόμενοι γράμματα ἔγραψαν;” Plat. Legg. 858d
Τυρταῖος Λακεδαιμονίων μελλόντων παρατάττεσθαι Μεσσηνίοις καὶ βεβουλευμένων νικᾶν ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νεκρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ τὰς σκυταλίδας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόντων, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦντας Εἵλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσσηνίοις τὴν ἀπόνοιαν τὴν Λακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Λακεδαιμονίοις ἔδωκαν.” Polyaen. i. 17
Ἀριστομένης ... πολλὰ κακὰ διεργάσατο τοὺς Σπαρτιάτας, ὅτε καὶ Τυρταῖος ποιητής ὑπὸ Ἀθηναίων ἡγεμὼν ἐδόθη τοῖς Σπαρτιάταις.” Diod. Sic. 8. 36
π. πυρρίχης: ἐμφανίζει δ᾽ ὄρχησις πολεμικὴ οὖσα ὡς Λακεδαιμονίων εὕρημα. πολεμικοὶ δ᾽ εἰσὶν οἱ Λάκωνες, ὧν καὶ οἱ υἱοὶ τὰ ἐμβατήρια μέλη ἀναλαμβάνουσιν, ἅπερ καὶ ἐνόπλια καλεῖται. καὶ αὐτοὶ δ᾽ οἱ Λάκωνες ἐν τοῖς πολέμοις τὰ Τυρταίου ποιήματα ἀπομνημονεύοντες ἔρρυθμον κίνησιν ποιοῦνται. Φιλόχορος δέφησιν κρατήσαντας Λακεδαιμονίους Μεσσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἐν ταῖς στρατείαις ἔθος ποιήσασθαι, ἂν δειπνοποιήσωνται καὶ παιωνίσωσιν ᾁδειν καθ᾽ ἕνα τὰ Τυρταίου: κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῷ νικῶντι κρέας.” Ath. 14. 630e
τὸν Τυρταῖον Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ‘ἀγαθὸν ποιητήνἔφηνέων ψυχὰς κακκονῆν.’” Plut. Soll. Anim. i. 1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: