previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σοφοκλέους



Σοφοκλῆς: Σοφίλλου Κολωνῆθεν Ἀθηναῖος, τραγικός, τεχθεὶς κατὰ τὴν ογ́ Ὀλυμπιάδα, ὡς πρεσβύτερος εἶναι Σωκράτους ἔτη ιζ́. οὗτος πρῶτος τρισὶν ἐχρήσατο ὑποκριταῖς καὶ τῷ καλουμένῳ τριταγωνιστῇ, καὶ πρῶτος τὸν χορὸν ἐκ πεντεκαίδεκα εἰσήγαγε νέων, πρότερον δυοκαίδεκα εἰσιόντων. προσηγορεύθη δὲ μέλιττα διὰ τὸ γλυκύ. καὶ αὐτὸς ἦρξε τοῦ δρᾶμα πρὸς δρᾶμα ἀγωνίζεσθαι ἀλλὰ μὴ τετραλογίαν: καὶ ἔγραψεν Ἐλεγείαν τε καὶ Παιᾶνας καὶ λόγον καταλογάδην Περί τοῦ Χοροῦ, πρὸς Θέσπιν καὶ Χοιρίλον ἀγωνιζόμενος ... τελευτᾶ δὲ μετ᾽ Εὐριπίδην ἐτῶν ἐνενήκοντα. ἐδίδαξε δὲ δράματα ρκψ́, ὡς δέ τινες καὶ πολλῷ πλείω. νίκας δ᾽ ἔλαβε κδ́.” Suid.
ἀφ᾽ οὗ Σοφοκλῆς Σοφίλλου ἐκ Κολωνοῦ ἐνίκησε τραγῳδίᾳ ἐτραγῳδίᾳ ἐτῶν ὤν ΔΔΓΙΙΙ, ἔτη ΗΗΓΙ, ἀρχοντος Ἀθήνσιν Ἀψηφίωνος.” Marm. Par. 72 (56)
ἀφ᾽ οὖ Σοφοκλῆς ποιητὴς βιώσας ἔτη ΓΔΔΔΔΙΙ ἐτελεύτησεν, καὶ Κῦρος ἀνέβη ἔτη ΗΔΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ δευτέρου.” Marm. Par. 78 (54)

ἐλεγείων


π. κοινῆς συλλαβῆς: ἐν δὲ τοῖς σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς Ελεγείαις οὐκ ᾁετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον: φησὶ γοῦν:

Ἀρχέλεως: ἦν γὰρ σύμμετρον ὧδε λέγειν.

CURFRAG.tlg-0011.1
Hephaest. 6
ἀρχὴ ἄνδρα δείκνυσι: Δημοσθένης Προοιμίοις Δημηγορικοῖς. Σοφοκλῆς μὲν οὖν ἐν ταῖς Ἐλεγείαις Σόλωνός φησιν αὐτὸ εἶναι ἀπόφθεγμα, Θεόφραστος δὲ τῷ Παροιμιῶν καὶ Ἀριστοτέλης Βίαντος.” Harpocr. 36.15.

χάριτες

CURFRAG.tlg-0011.2
αἱ χαραί, ὡς καὶ Σοφοκλῆς ἐν Ἐλεγείᾳ.

Erotian 390 (135. 4 K)

Ἔπων


Σοφοκλῆς δὲ τραγῳδοποιὸς λέγει:

... οὐδὲ θεοῖς αὐθαίρετα πάντα πέλονται
νόσφι Διός: κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν.

CURFRAG.tlg-0011.3
Clem. Al. Str. 5. 726

Επιγραμμάτων


Ἱερώνυμος δ᾽ Π̔όδιος ἐν τοῖς Ἱστορικοῖς Υπομνήμασίν φησιν, ὅτι Σοφοκλῆς εὐρεπῆ παῖδα ἔξω τειχους ἀπήγαγε χρησόμενος αὐτῷ. μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴνδὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο: μετ᾽ οὖν τὴν ὁμιλίαν παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους, χλανίδιον ᾤχετο καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμυάτιον. οἷα δὲ εἰκός, διαλαληθέντος τοῦ συνβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονός, καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν πεπονθέναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περί τοῦ Ἡλίου καὶ Βορέου λόγῳ καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος:

ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
γ᾽ μνὸν ἐποίησεν: σοὶ δὲ φιλοῦντι κόρην
βορρᾶς ὡνίλησε: σὺ δ᾽ οὐ σοφός, ὃς τὸν Ἔρωτα
ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.

CURFRAG.tlg-0011.4
Ath. 13. 604d
τουτὶ δὲ ὁμολογουμένως Σοφοκλέους ἐστὶ τὸ ἐπιγραμμάτιον:

ὠιδὴν Ἡροδότῳ τεῦξεν Σοφοκλῆς ἐτέων ὢν
πέντ᾽ ἐπὶ πεντήκοντα ...

CURFRAG.tlg-0011.5
Plut. An Seni 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: