previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἀντιμάχου δὲ τοῦ Κολοφωνίου καὶ Νικηράτου τινὸς Ἡρακλεώτου ποιήμασι Λυσάνδρεια διαγωνισαμένων ἐ᾽ αὐτοῦ τὸν Νικήρατον ἐστεφάνωσεν, δὲ Ἀντίμαχος ἀχθεσθεὶς ἠφάνισε τὸ ποίημα. Πλάτων δὲ νέος ὢν τότε καὶ θαυμάζων τὸν Ἀντίμαχον ἐπὶ τῇ ποιητικῇ, βαρέως φέροντα τὴν ἧτταν ἀνελάμβανε καὶ παρεμυθεῖτο, τοῖς ἀγνοοῦσι κακὸν εἶναι φάμενος τὴν ἄγνοιαν, ὥσπερ τὴν τυφλότητα τοῖς μὴ βλέπουσιν.” Plut. Lys. 18
μικρὸν δὲ τῆς εἰρήνης ὕστερον ἐτελεύτησε Δαρεῖος τῆς Ἀσίας βασιλεύς ... καθ᾽ ὃν δὴ χρόνον καὶ Ἀντίμαχον τὸν ποιητὴν Ἀπολλόδωρος Ἀθηναῖός φησιν ἠνθηκέναι.” Diod. Sic. 3. 65
ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ καὶ Ἀντίμαχος ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτοῦ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωϊκὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην.” Plut. Cons. Apollon. 9
ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον, τὸ δὲ φιλάνθρωπον, τὸ δὲ περισσόν ... δὲ περισσὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώνιον ἀνεγνωκὼς Ἀντίμαχον, κτλ.” Plut. Garr. 21
nec enim posset idem Demosthenes dicere quod dixisse Antimachum, clarum poetam, ferunt, qui cum convocatis auditoribus legeret eis magnum illud quod novistis volumen suum, et eum legentem omnes praeter Platonem reliquissent, ‘Legaminquitnihilominus; Plato enim mihi unus instar est omnium.’ et recte; poema enim reconditum paucorum approbationem, oratio popularis assensum volgi debet movere.Cic. Brut. 51

Ovid Trist. i. 6. 1

Nec tantum Clario Lyde dilecta poetae,
Nec tantum Coo Bittis amata suo est,
Pectoribus quantum tu nostris, uxor, inhaeres
Digna minus misero, non meliore viro.

Ovid Trist. i. 6. 1

Ἀντίμαχος: Κολοφώνιος, υἱὸς Ὑπάρχου, γραμματικὸς καὶ ποιητής ... ἀκουστὴς Στησιμβρότου: γέγονε δὲ πρὸ Πλάτωνος.” Suid.

δε ηεσιοδο ετ αντιμαξηο. ξοντρα ιν αντιμαξηο ϝις ετ γραϝιτας ετ μινιμε ϝολγαρε ελοθυενδι γενυς ηαβετ λαυδεμ. σεδ θυαμϝις ει σεξυνδας φερε γραμματιξορυμ ξονσενσυς δεφερατ, ετ αφφεξτιβυς ετ ιυξυνδιτατε ετ δισποσιτιονε ετ ομνινο αρτε δεφιξιτυρ, υτ πλανε μανιφεστο αππαρεατ, θυαντο σιτ αλιυδ προχιμυμ εσσε αλιυδ σεξυνδυμ.

Quint. 10. 1. 53

ταύτης δὲ τῆςαὐστηρᾶςἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταί ... διαφέροντες τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς φυσικός, ἐν δὲ μελοποιΐᾳ Πίνδαρος, ἐν δὲ τραγῳδίᾳ Αἰσχύλος, ἐν δ᾽ ἱστορίᾳ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν.” Dion. Hal. Comp. 22
Ἀντίμαχος δ᾽ εὐτονίαςἐφρόντισεκαὶ ἀγωνιστικῆς τραχύτητος καὶ τοῦ συνήθους τῆς ἐξαλλαγῆς.” Dion. Hal. Vet. Cens.
τὸ Λακωνίζειν οὐ τοῦτό ἐστιν ὅπερ οἴει, ὀλίγας συλλαβὰς γράφειν, ἀλλὰ περὶ πλείστων ὀλίγας. οὕτως ἐγὼ καὶ βραχυλογώτατον Ὅμηρον λέγω καὶ πολὺν τὸνἈντίμαχον.” Greg. Naz. Ep. 54
Ἡρακλείδης γοῦν Ποντικός φησιν, ὅτι τῶν Χοιρίλου τότε εὐδοκιμοῦντων Πλάτων τὰ Ἀντιμάχου προὐτίμησε, καὶ αὐτὸν ἔπεισε τὸν Ἡρακλείδην εἰς Κολοφῶνα ἐλθόντα τὰ ποιήματα συλλέξαι τοῦ ἀνδρός.” Procl. ad Plat. Tim. i. 21 c
καὶ γὰρ εἰ τεχνικόν ἐστι παρά τινι τῶν ποιητῶν ὕψος, πολὺ τὸ μεμηχανημένον ἔχει καὶ στομφῶδες, μεταφοραῖς χρώμενον ὡς τὰ πολλά, καθάπερ τὸ Ἀντιμάχειον.” Procl. ad Plat. Tim. i. 19 e

ὅτι δὲ διαβέβληται τὸ παχὺ σαφῶς Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ: διασύρων γὰρ Ἀντιμάχου τὸ ποίημα τὴν Λύδην ἔφη: “ λύδη καὶ παχὺ γράμμα καὶ οὐ τορόν.

1

Sch. Dion. Perieg. ap. Schneid. Callim. 74 b

““ Ἀσκληπιάδου: Λυδὴ καὶ γένος εἰμὶ καὶ οὔνομα: τῶν δ᾽ ἀπὸ Κόδρου
σεμνοτέρη πασῶν εἰμι δί᾽ Ἀντίμαχον.
τίς γὰρ ἔμ᾽ οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην,
τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου;

2Anth. Pal. 9. 63 (cf. 12. 168).


ἔστι δὲ Νίκανδρος ζηλωτὴς Ἀντιμάχου, διόπερ πολλαῖς λέξεσιν αὐτοῦ κέχρηται: διὸ καὶ ἐν ἐνίοις δωρίζει.” Sch. Nic. Ther. 2
καθάπερ γὰρ μὲν Ἀντιμάχου ποίησις καὶ τὰ τοῦ Διονυσίου ζωγραφήματα, τῶν Κολοφωνίων, ἰσχὺν ἔχοντα καὶ τόνον ἐκβεβιασμένοις καὶ καταπόνοις ἔοικε, ταῖς δὲ Νικομάχου γραφαῖς καὶ τοῖς Ὁμήρου στίχοις μετὰ τῆς ἄλλης δυνάμεως καὶ χαρίτος πρόσεστι τὸ δοκεῖν εὐχερῶς καὶ ῥᾳδίως ἀπειργάσθαι, οὕτως κτλ.” Plut. Timol. 36
ἀνεγνώσθη Ἀγαθαρχίδου Ἱστορικόν: ἔνιοι δὲ αὐτὸν Ἀγάθαρχον ὀνομάζουσι ... ἀλλὰ καὶ Ἐπιτομὴνσυντάξαιτῆς Ἀντιμάχου Λύδης.” Phot. Bibl. 171 a 24
Λογγῖνος Κάσσιος: φιλόσοφος ... ἦν δὲ ἐπὶ Αὐρηλιανοῦ τοῦ Καίσαρος ... ἔγραψε ... λέξεις Ἀντιμάχου.” Suid.

1 Callimachus, Epigrams

2 Anth. Pal. 9. 63 (cf. 12. 168).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: