previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ασίου


αἱ δὲ ἐν ταῖς νήσοις εἰσὶν Ἰώνων πόλεις, Σάμος ὑπὲρ Μυκάλης καὶ Χίος ἀπαντικρὺ τοῦ Μίμαντος. Ἄσιος δὲ Ἀμφιπτολέμου Σάμιος ἐποίησεν ἐν τοῖς ἔπεσιν ὡς Φοίνικι ἐκ Περιμήδης τῆς Οἰνέως γένοιτο Ἀστυπάλαια καὶ Εὐρώπη, κτλ.” Paus. 7. 4. 1πυθέσθαι δὲ σπουδῇ πάνυ ἐθελήσας οἵτινες παῖδες Πολυκάονι ἐγένοντο ἐκ Μεσσήνης, ἐπελεξάμην τάς τε Ἠοίας καλουμένας καὶ τὰ ἔπη τὰ Ναυπάκτια, πρὸς δὲ αὐτοῖς ὁπόσα Κιναίθων καὶ Ἄσιος ἐγενεαλόγησαν.” Paus. 4.2.1περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλίδωνας περὶ τοῖς βραχίοσι, κτλ.” Ath. 12. 525e

unknown


“‘ ... τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.’ ‘οὐ γὰρ μέλει σοιἔφη Μυρτίλοςἱστορίας, γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον κνισοκόλαξ’ ... πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει Οὐλπιανός: ‘ποῦ κεῖται κνισολοιχὸς καὶ τίνα ἐστι τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;’ ‘τὰ μὲν οὖν τοῦ Ἀσίοὐἔφη Μυρτίλοςἔπη ταῦτ᾽ ἐστί:

χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ
ἦλφεν κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,
ἄκλητος, ζωμοῦ κεχρημένος, ἐν δὲ μέσοισιν
ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.

CURFRAG.tlg-0242.1
’ ” Ath. 3. 125b

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: