“Ἐμπεδοκλῆς: Μέτωνος, οἱ δὲ Αρχινόμου, οἱ δὲ Ἐξαινέτου ... ἠκροάσατο δὲ πρώτου Παρμενίδου, οὗτινος ὥς φησι Πορφύριος ἐν τῇ Φιλοσόφων Ἱστορίᾳ, καὶ ἐγένετο παιδικά. εἰσὶν δ᾽ οἳ ἔφασαν μαθητὴν Τηλαύγους τοῦ Πυθαγόρου υἱοῦ τὸν Ἐμπεδοκλέα γενέσθαι. Ἀκραγαντῖνος δὲ φιλόσοφος φυσικὸς καὶ ἐποποιός. ἦν δὲ κατὰ τὴν οθ́ Ὀλυμπιάδα ... στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐπὶ τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπῄει τὰς πόλεις, δόξαν περὶ αὑτοῦ κατασχεῖν ὡς περὶ θεοῦ βουλόμενος. ἐπεὶ δὲ γηραιὸς ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰς κρατῆρα πυρός, ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα: καὶ οὕτως ἀπώλετο τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός ... γέγονε δὲ τούτου μαθητὴς Γοργίας ὁ ῥήτωρ ὁ Λεοντῖνος. καὶ ἔγραψε δι᾽ ἐπῶν Περὶ Φύσεως τῶν Ὄντων βιβλία β́ (καὶ ἔστιν ἔπη ὡς δισχίλια), Ἰατρικὰ καταλογάδην καὶ ἄλλα πολλά.” Suid. “τοὺς δὲ Ἐμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ.” Ath. 14. 620d
“ ... et qui quattuor ex rebus posse omnia rentur
ex igni terra atque anima procrescere et imbri,
quorum Acragantinus cum primis Empedocles est,
insula quem triquetris terrarum gessit in oris ...
quae cum magna modis multis miranda videtur
gentibus humanis regio visendaque fertur,
rebus opima bonis, multa munita virum vi,
nil tamen hoc habuisse viro praeclarius in se
nec sanctum magis et mirum carumque videtur.
carmina quin etiam divini pectoris eius
vociferantur et exponunt praeclara reperta,
ut vix humana videatur stirpe creatus.
”Lucr. i. 714 ff