previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φρυνίχου


Φρύνιχος: Πολυφράδμονος Μινύρου: ... Ἀθηναῖος, τραγικός, μαθητὴς Θέσπιδος, τοῦ πρώτου τὴν τραγικὴν εἰσενέγκαντος. ἐνίκα τοίνυν ἐπὶ τῆς ξζ́ Ὀλυμπιάδος. οὗτος δὲ πρῶτος Φρύνιχος γυναικεῖον πρόσωπον εἰσήγαγεν ἐν τῇ σκηνῇ, καὶ εὑρετὴς τοῦ τετραμέτρου ἐγένετο ... τραγῳδίαι δὲ αὐτοῦ εἰσιν ἐννέα αὗται κτλ.” Suid.

ΑΗΔΩΝ:
Μοῦσα λοχμαία,
τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίξ,
ποικίλη, μεθ᾽ ἧς ἐγὼ
νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,
τιὸ τιὸ τιὸ τιοτίξ,
ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,
τιὸ τιὸ τιὸ τιοτίξ,
δί᾽ ἐμῆς γένυος ξουθῆς μελέων
Πανὶ νόμους ἱεροὺς ἀναφαίνω
σεμνά τε Μητρὶ χορεύματ᾽ ὀρείᾳ
τοτοτοτοτοτοτοτοτοτίξ,
ἔνθεν ὡσπερεὶ μέλιττα
Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπόν,
ἀεὶ φέρων γλυκεῖαν ᾠδάν.
τιὸ τιὸ τιὸ τιοτίξ.

Ar. Av. 744

ἐλεγείων


καὶ Φρύνιχος τῶν τραγῳδιῶν ποιητὴς περὶ αὑτοῦ φησιν ὅτι:

σχήματα δ᾽ ὄρχησις τόσα μοι πόρεν, ὅσσ᾽ ἐνὶ πόντῳ
κύματα ποιεῖται χείματι νὺξ ὀλοή.

CURFRAG.tlg-0303.1
Plut Q. Conv. 8. 9. 3.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: