Ἴωνος τοῦ Σαμίου
NONE
ἐπιγράμματα
“εἰς Εὐριπίδην Ἴωνος:
” Anth. Pal. 7. 43χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισιν
Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον.
ἴσθι δ᾽ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται
ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν.CURFRAG.tlg-1446.1
“ εἰκόν᾽ ἑὰν ἀνέθηκενͅ ἐπ᾽ͅ ἔͅργͅῳ τῷδ᾽, ὅτε νικῶν
ναυσὶ θοαῖς πέρσεν Κεκροπιδᾶν δύναμιν
Λύσανδρος Λακεδαίμον᾽ ἀπόρθητον στεφανώσας
Ἑλλάδος ἀκρόπολιν, καλλίχορον πατρίδα.
ἐκ Σάμου ἀμφιρύτου τεῦξ᾽ ἐλεγεῖον Ἴων.
”Inscr. ap. Homolle Comptes Rendus de l' Acad. des Inscr. 1901. 688