previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



σόλων: Ἐξηκεστίδου, Ἀθηναῖος, φιλόσοφος, νομοθέτης καὶ δημαγωγός. γέγονε δὲ ἐπὶ τῆς μζ᾽ Ὀλυμπίαδος, οἱ δὲ νσ᾽ ... ἔγραψε νόμους Ἀθηναίοις, οἵτινες ἄξονες ὠνομάσθησαν διὰ τὸ γραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν Ἀθήνησι. ποίημα δί᾽ ἐλεγείων, Σάλαμις ἐπιγράφεται: ὑποθήκας δί᾽ ἐλεγείων: καὶ ἄλλα. ἔστι δὲ καὶ οὗτος εἷς τῶν Ἑπτὰ ὀνομαζομένων Σοφῶν. καὶ φέρεται αὐτοῦ ἀπόφθεγμα τόδε: μηδὲν ἄγαν, τὸ Γνῶθι σαυτόν.” Suid.
ἐν δὲ τῷ προνάῳ τῷ ἐν Δελφοῖς γεγραμμένα ἐστὶν ὠφελήματα ἀνθρώποις εἰς βίον: ἐγράφη δὲ ὑπὸ ἀνδρῶν οὓς γενέσθαι σοφοὺς λέγουσιν Ἕλληνες. οὗτοι δὲ ἦσαν ... ἀφικόμενοι ἐς Δελφοὺς ἀνέθεσαν τῷ Ἀπόλλωνι τὰ ᾀδόμενα Γνῶθι σαυτὸν καὶ Μηδὲν ἄγαν.” Paus. 10. 24. 1
π. Σόλωνος: ἐκεῖνός τε γὰρ προστάτης τοῦ δήμου καταστὰς οὕτως ἐνομοθέτησε καὶ τὰ πράγματα διέταξε καὶ τὴν πόλιν κατεσκεύασεν, ὥστ᾽ ἔτι καὶ νῦν ἀγαπᾶσθαι τὴν διοίκησιν τὴν ὑπ᾽ ἐκείνου συνταχθεῖσαν.” Isocr. 15. 232
ὡς πάνδεινόν ἐστι τοὺς μὲν προγόνους ὑπὲρ τοῦ μὴ καταλυθῆναι τοὺς νόμους ἀποθνῄσκειν τολμᾶν, ὑμᾶς δὲ μηδὲ τοὺς ἁμαρτάνοντας εἰς αὐτοὺς τιμωρεῖσθαι προελέσθαι, καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα χαλκοῦν ἐν ἀγορᾷ στῆσαι, αὐτῶν δὲ τῶν νόμων ὀλιγωροῦντας φαίνεσθαι δί᾽ οὓς κἀκεῖνον ὑπερβαλλόντως συμβέβηκε τιμᾶσθαι.” Dem. 26. 23
“ ... τὸ τοῦ Σόλωνος, ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ μερίδι προσθέμενον μηδὲ συστασιάσαντα.” Plut. Ser. Vind. 4
κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ἐλευθέρωσε καὶ ἐν τῷ παρόντι καὶ εἰς τὸ μέλλον, κωλύσας δανείζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀποκοπὰς ἐποίησε καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων, ἃς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισαμένων τὸ βάρος ... πολιτείαν δὲ κατέστησε καὶ νόμους ἔθηκεν ἄλλους, τοῖς δὲ Δράκοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι πλὴν τῶν φονικῶν. ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις, ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ καὶ ὤμοσαν χρήσασθαι πάντες: οἱ δ᾽ ἐννέα ἄρχοντες ὀμνύντες πρὸς τῷ λίθῳ κατεφάτιζον, ἀναφήσειν ἀνδριάντα χρυσοῦν ἐάν τινα παραβῶσιν τῶν νόμων: ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσι. κατέκλῃσεν δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη, καὶ διέταξε τὴν πολιτείαν τόνδε τὸν τρόπον: τιμήματι διεῖλεν εἰς τέτταρα τέλη, κτλ.” Arist. Ath. 6
δοκεῖ δὲ τῆς Σόλωνος πολιτείας τρία ταῦτ᾽ εἶναι τὰ δημοτικώτατα: πρῶτον μὲν καὶ μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ βουλομένῳ τιμωρεῖν ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δὲ μάλιστά φασιν ἰσχυκέναι τὸ πλῆθος, εἰς τὸ δικαστήριον ἔφεσις: κύριος γὰρ ὢν δῆμος τῆς ψήφου κύριος γίγνεται τῆς πολιτείας ... ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ τῆς νομοθεσίας ποιῆσαι τὴν τῶν χρεῶν ἀποκοπήν, καὶ μετὰ ταῦτα τήν τε τῶν μέτρων καὶ σταθμῶν καὶ τὴν τοῦ νομίσματος αὔξησιν.” Arist. Ath. 9
διατάξας δὲ τὴν πολιτείαν ὅνπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἐνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν μήτ᾽ ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο κατ᾽ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, εἰπὼν ὡς οὐχ ἥξει δέκα ἐτῶν: οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ᾽ ἕκαστον τὰ γεγραμμένα ποιεῖν.” Arist. Ath. 11
Αἰλιανοῦ: Σόλων Ἀθηναῖος, Ἐξηκεστίδου παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπφοῦς ᾁσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξαι αὐτόν. ἐρωτήσαντος δέ τινος διὰ ποίαν αἰτίαν τοῦτο ἐσπούδακεν, ὅδε ἔφηἵνα μαθὼν αὐτὸ ἀποθάνω.’” Stob. Fl. 29. 88
Σόλων δὲ καὶ Θαλῆς καὶ Πιττακός, οἵτινες τῶν κληθέντων Ἑπτὰ Σοφῶν ἐγένοντο, ἑκατὸν ἕκαστος ἔζησεν ἔτη.” Luc. Macr. 18

γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ Δημηγορίας καὶ Εἰς Ἑαυτὸν Ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων Πολιτείας, ἔπη πεντακισχίλια, καὶ Ἰάμβους καὶ Ἐπῳδούς. ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε: “ Μήδων ἄδικον παύσασ᾽ ὕβριν, ἥδε Σόλωνα
τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης: ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δ᾽ ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα: “ οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,
ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.

1

Diog. L. i. 61

ἐπεβίωσε δ᾽ οὖν Σόλων ἀρξαμενου τοῦ Πεισιστράτου τυραννεῖν, ὡς μὲν Ἡρακλείδης Ποντικὸς ἱστορεῖ, συχνὸν χρόνον, ὡς δὲ Φανίας Ἐρέσιος, ἐλάττονα δυοῖν ἐτῶν. ἐπὶ Κωμίου μὲν γὰρ ἤρξατο τυραννεῖν Πεισίστρατος, ἐφ᾽ Ἡγεστράτου δὲ Σόλωνά φησιν Φανίας ἀποθανεῖν τοῦ μετὰ Κωμίαν ἄρξαντος. δὲ διασπορὰ κατακαυθέντος αὐτοῦ τῆς τέφρας περὶ τὴν Σαλαμινίων νῆσον ἔστι μὲν διὰ τὴν ἀτοπίαν ἀρξαμένου παντάπασι καὶ μυθώδης, ἀναγέγραπται δὲ ὑπό τε ἀλλῶν ἀνδρῶν ἀξιολόγων καὶ Ἀριστοτέλους τοῦ φιλοσόφου.” Plut. Vit.Sol. 32. 3
οὐ γὰρ οἶμαι ἄλλον οὐδένα τῶν ἐνθάδε ῥᾳδίως ἂν ἔχειν ἐπιδεῖξαι ποῖαι δύο οἰκίαι συνελθοῦσαι εἰς ταὐτὸν τῶν Ἀθήνησιν ἐκ τῶν εἰκότων καλλίω ἄν καὶ ἀμείνω γεννήσειαν ἐξ ὧν σὺ γέγονας. τε γὰρ πατρῴα ὑμῖν οἰκία, Κριτίου τοῦ Δρωπίδου, καὶ ὑπὸ Ἀνακρέοντος καὶ ὑπὸ Σόλωνος καὶ ὑπ᾽ ἄλλων πολλῶν ποιητῶν ἐγκεκωμιασμένη παραδέδοται ἡμῖν ὡς διαφέρουσα κάλλει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ λεγομένῃ εὐδαιμονία, καὶ αὖ πρὸς μητρὸς ὡσαύτως ... ” Plat. Charm.
τῷ δὲ Κροίσῳ ἐστεῶτι ἐπὶ τῆς πυρῆς ἐσελθεῖν, καίπερ ἐν κακῷ ἐόντι τοσούτῳ, τὸ τοῦ Σόλωνος, ὥς οἱ εἴη σὺν Θεῷ εἰρημένον, τὸ μηδένα εἶναι τῶν ζωόντων ὄλβιον.” Hdt. i. 86

οὐ μὴν ἀλλὰ τῶν Μεγαρέων ἐπιμενόντων πολλὰ κακὰ καὶ δρῶντες ἐν τῷ πολέμῳ καὶ πάσχοντες ἐποιήσαντο Λακεδαιμονίους διαλλακτὰς καὶ δικαστάς. οἱ μὲν οὖν πολλοὶ τῷ Σόλωνι συναγωνίσασθαι λέγουσι τὴν Ὁμήρου δόξαν: ἐμβαλόντα γὰρ αὐτὸν ἔπος εἰς Νεῶν Κατάλογον ἐπὶ τῆς δίκης ἀναγνῶναιαἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δ᾽ ἄγων ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες.

2 αὐτοὶδ᾽ Ἀθηναῖοι ταῦτα μὲν οἴονται φλυαρίαν εἶναι, τὸν δὲ Σόλωνά φασιν ἀποδεῖξαι τοῖς δικασταῖς ὅτι Φιλαῖος καὶ Εὐρυσάκης, Αἴαντος υἱοί, Ἀφήνησι πολιτείας μεταλαβόντες παρέδοσαν τὴν νῆσον αὐτοῖς, καὶ κατῴκησαν μὲν ἐν Βραυρῶνι τῆς Ἀττικῆς, δὲ ἐν Μελίτῃ: καὶ δῆμον ἐπώνυμον Φιλαίου τῶν Φιλαϊδῶν ἔχουσιν, ὅθεν ἦν Πεισίστρατος. ἔτι δὲ μᾶλλον ἐξελέγξαι τοὺς Μεγαρέας βουλόμενον ἰσχυρίσασθαι περὶ τῶν νεκρῶν ὡς οὐχ ὃν τρόπον ἐκεῖνοι θάπτουσι κεκηδενμένων ἀλλ᾽ ὃν αὐτοί, κτλ.

Plut. Vit. Sol. 10

δὲ Σόλων ἁψάμενος μεγάλης τῆς περὶ τὸν Ἀτλαντικὸν λόγον μῦθον πραγματείας, ὃν διήκουσε τῶν περὶ Σάϊν λογίων προσήκοντα τοῖς Ἀθηναίοις, ἐξέκαμεν, οὐ δί᾽ ἀσχολίας ὡς Πλάτων φησίν, ἀλλὰ μᾶλλον ὑπὸ γήρως, φοβηθεὶς τὸ μέγεθος τῇς γραφῆς.” Plut. Vit. Sol. 31

1 Cratinus, Cheirons .

2 Il. 2. 557

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: