previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Θέογνις: (άΜεγαρεὺς τῶν ἐν Σικελία Μεγάρων, γεγονὼς ἐν τῇ: νθ Ὀλυμπιάδι. ἔγραψεν ἐλεγείαν εἰς Τοὺς Σωθέντας τῶν Συρακουσίων ἐν τῇ Πολιορκίᾳ, Γνώμας δί᾽ ἐλεγείας εἰς ἔπη βώ, καὶ πρὸς Κύρνον τὸν αὐτοῦ ἐρώμενον Γνωμολογίαν δί᾽ ἐλεγείων, καὶ ἑτέρας ὑποθήκας, παραινετικάς, τὰ πάντα ἐπικῶς. ὅτι μὲν παραινέσεις ἔγραψε Θέογνις: ἀλλ᾽ ἐν μέσῳ τούτων παρεσπαρμέναι μιαρίαι καὶ παιδικοὶ ἔρωτες καὶ ἄλλα ὅσα ἐνάρετος ἀποστρέφεται βίος. (β́τραγῳδοποιητὴς πάνυ ψυχρός, ἐκ τῶν λ́, ὃς καὶ Χιὼν ἐλέγετο. ἔστι δὲ καὶ ποιητὴς Θέογνις: οὗτος δ᾽ ἦν Μεγαρεύς.” Suid.
ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρ᾽ ἔχομεν, Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησινπιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ (1. 77)’” Plat. Legg. i. p. 630 a
περὶ Θεόγνιδος καὶ τῆς κατ᾽ αὐτὸν ταύτης ἱστορίας ἀμφιβολία πολλὴ ἐγένετο τοῖς παλαιοῖς. καὶ οἱ μέν φασιν αὐτὸν ἐκ Μεγάρων γεγενῆσθαι τῆς Ἀττικῆς: οὕτως Δίδυμος, ἐπιφυόμενος τῷ Πλάτωνι ὡς παριστοροῦντι: οἱ δὲ ὅτι ἐκ Σικελίας: εἰ δὲ καὶ μὴ εἴη ἐκ Σικελίας, οὐδὲν λυμαίνεται τὸ προκείμενον, ἀλλὰ καὶ τοὐναντίον: οὐ γὰρ ὑπὲρ Ἀττικοῦ ὡς Ἀθηναῖος λέγει, ἀλλὰ καίτοι πρὸς Ἀθηναῖον αὐτὸν παραβάλλων τὸν Τυρταῖον, τὸ ἀληθὲς περὶ τὴν κρίσιν ἐφύλαξε καὶ τὸν Θέογνιν καὶ ξένον ὄντα προέκρινε. τί δὲ ἐκώλυεν αὐτὸν ἐκ ταύτης μὲν εἶναι τῆς Μεγαρίδος, ἀπελθόντα δὲ εἰς Σικελίαν, ὡς ἱστορία ἔχει, γενέσθαι νόμῳ Μεγαρέα ἐκεῖ, ὡς καὶ τὸν Τυρταῖον Λακεδαιμόνιον;” Sch. ad loc. Plat. Legg. i. p. 630 a
Μέγαρα: πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας ... ἀφ᾽ ἧς Θέογνις τὰς Παραινέσεις γράψας.” Steph. Byz.
δοκεῖ μοι οὐ πᾶσα ποίησις βασιλεῖ πρέπειν, ὥσπερ οὐδὲ στολή. τὰ μὲν οὖν ἄλλα ποίηματα ἔγωγε ἡγοῦμαι τὰ μὲν συμποτικὰ αὐτῶν, τὰ δὲ ἐρωτικά, τὰ δὲ ἐγκώμια ἀθλητῶν καὶ ἵππων νικώντων, τὰ δ᾽ ἐπὶ τοῖς τεθνεῶσι θρήνους, τὰ δὲ γέλωτος ἕνεκεν λοιδορίας πεποιημένα, ὥσπερ τὰ τῶν κωμῳδοδιδασκάλων καὶ τὰ τοῦ Παρίου ποιητοῦ: ἴσως δέ τινα αὐτῶν καὶ δημοτικὰ λέγοιτ᾽ ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθάπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος.” Dio. Chrys. 2. 18

Σω.
οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δ᾽ οὔ, ἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθ᾽ ὅτι ταὐτὰ ταῦτα λέγει;

Μεν.
ἐν ποίοις ἔπεσιν;

Σω.
ἐν τοῖς Ἐλεγείοις, οὗ λέγει: 1

Plat. Meno 95 c

σημεῖον δ᾽ ἄν τις ποιήσαιτο τὴν Ἡσιόδου καὶ Θεόγνιδος καὶ Φωκυλίδου ποίησιν. καὶ γὰρ τούτους φασὶ μὲν ἀρίστους γεγενῆσθαι συμβούλους τῷ βίῳ τῷ τῶν ἀνθρώπων, ταῦτα δὲ λέγοντες αἱροῦνται συνδιατρίβειν ταῖς ἀλλήλων ἀνοίαις μᾶλλον ταῖς ἐκείνων ὑποθήκαις. ἔτι δὲ εἴ τις ἐκλέξειε τῶν προεχόντων ποιητῶν τὰς καλουμένας γνώμας ἐφ᾽ αἷς ἐκεῖνοι μάλιστ᾽ ἐσπούδασαν, ὁμοίως ἂν καὶ πρὸς ταύτας διατεθεῖεν: ἥδιον γὰρ ἂν κωμῳδίας τῆς φαυλοτάτης τῶν οὕτω τεχνικῶς πεποιημένων ἀκούσειαν.” Isocr. Nicocl. 43
Ξενοφῶντος ἐκ τοῦπερὶ Θεόγνιδος: Θεόγνιδός ἐστιν ἔπη τοῦ Μεγαρέως: οὗτος δὲ ποιητὴς περὶ οὐδενὸς ἄλλου λόγον πεποίηται περὶ ἀρετῆς καὶ κακίας ἀνθρώπων, καὶ ἔστιν ποίησις σύγγραμμα περὶ ἀνθρώπων ὥσπερ εἴ τις ἱππικὸς ὢν συγγράψειεν περὶ ἱππικῆς. οὖν ἀρχή μοι δοκεῖ τῆς ποιήσεως ὀρθῶς ἔχειν: ἄρχεται γὰρ πρῶτον ἀπὸ τοῦ εὖ γενέσθαι. ᾤετο γὰρ οὔτε ἄνθρπον οὔτε τῶν ἄλλων οὐδὲν ἂν ἀγαθὸν εἶναι, εἰ μὴ τὰ γεννήσοντα ἀγαθὰ εἴη. ἔδοξεν οὖν αὐτῷ παραδείγμασι τοῖς ἄλλοις ζῴοις χρήσασθαι, ὅσα μὴ εἰκῆ τρέφεται ἀλλὰ μετὰ τέχνης ἕκαστα θεραπεύεται ὅπως γενναιότατα ἔσονται. δηλοῖ δ᾽ ἐν τοῖσδε τοῖς ἔπεσι: (Il. 183-90). ταῦτα τὰ ἔπη λέγει τοὺς ἀνθρώπους οὐκ ἐπίστασθαι γεννᾶν ἐξ ἀλλήλων, κᾆτα γίγνεσθαι τὸ γένος τῶν ἀνθρώπων κάκιον ἀεὶ μειγνύμενον τὸ χεῖρον τῷ βελτίονι. οἱ δὲ πολλοὶ ἐκ τούτων τῶν ἐπῶν οἴονται τὸν ποιητὴν πολυπραγμοσύνην τῶν ἀνθρώπων κατηγορεῖν, καὶ ἀντὶ χρημάτων ἀγένειαν καὶ κακίαν ἀντικαταλλάττεσθαι εἰδότας: ἐμοὶ δὲ δοκεῖ ἄγνοιαν κατηγορεῖν περὶ τὸν αὑτῶν βίον.” Xen. ap. Stob. Fl. 88. 14
εἰ μὲν οὖν ἦσαν οἱ λόγοι αὐταρκεῖς πρὸς τὸ ποιῆσαι ἐπιεικεῖς, ‘πολλοὺς ἂν μισθοὺς καὶ μεγάλουςδικαίωςἔφερονκατὰ τὸν Θέογνιν (434), καὶ ἔδει ἂν τούτους πορίσασθαι ... ” Arist. Eth. Nic. 1179. b.4
μὲν ἐν Δήλῳ παρὰ τῷ θεῷ τὴν αὑτοῦ γνώμην ἀποφηνάμενος, συνέγραψεν ἐπὶ τὸ προπύλαιον τοῦ Λητῴου, διελὼν ὑπάρχοντα πάντα τῷ αὐτῷ, τό τε ἀγαθὸν καὶ τὸ καλὸν καὶ τὸ ἡδύ, ποιήσας: ‘Καλλιστον τὸ δικαιότατον, λῷστον δ᾽ ὑγιαίνειν: πάντων δ᾽ ἥδιστον, οὗ τις ἐρᾷ, τὸ τυχεῖν’ (Theognis 255).” Arist. Eth. Eud. 1214. a. 1
καὶ παροιμιαζόμενοί φαμεν: ‘ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ᾽ ἀρετὴ 'νί’ (Theognis 147.)” Arist. Eth. Nic. 1129. b. 29
τὰ δ᾽ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ Θηριακὰ Νικάνδρου καὶ Γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ κιχράμενοι παρὰ ποιητικῆς ὥσπερ ὄχημα τὸ μέτρον καὶ τὸν ὄγχον, ἵνα τὸ πεζὸν διαφύγωσιν.” Plut. Aud. Poet. 2
χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγονταπᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν οὔθ᾽ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται (177),’ ‘πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;’” Plut. Aud. Poet. 4 fin.
ΕΡΜΗΣ καὶ ΠΛΟΨΤΟΣ: ΕΡ. οἶδα γοῦν τινας οὐκ ὀλίγας αὐτῶν οὕτως σου δυσέρωτας ὄντας ὥστε καὶἐς βαθυκήτεα πόντονφέροντες ἔρριψαν αὑτοὺςκαὶ πετρῶν κατ᾽ ἠλιβάτων’ (cf. theog. 175ὑπερορᾶσθαι νομίζοντες ὑπὸ σοῦ, ὅτεπερ οὐδὲ τὴν ἀρχὴν ἑώρασαὐτούς.” Luc. Tim. 26
π. Ἀντισθένους: φέρονται δ᾽ αὐτοῦ συγγράμματα τόμοι δέκα: ... τόμος δεύτερος ἐν ... περὶ Δικαιοσύνης καὶ Ἀνδρείας, Προτρεπτικὸς πρῶτος, δεύτερος, τρίτος, Περὶ Θεόγνιδος δ́ έ.” Diog. L. 6. 15
Ἐπικούρου: πολὺ δὲ χείρων καὶ λέγων καλὸν μὲνμὴ φῦναι, φύντα δ᾽ ὁπως κισταπύλας Ἀΐδαο περῆσαι’ (*theogn. 425-7): εἰ μὲν γὰρ πεποιθὼς τοῦτό φησι, πῶς οὐκ ἀπέρχεται τοῦ ζῆν;” Diog. L. 10. 126

οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσι τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μόνον οὐχὶ τὸ τοῦ Ὁμήρου λέγοντεςνῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα,’ ἐπὶ νοῦν λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκὄτος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ῥυθμικὸς ὅστις δήποτε: “ μηδὲ σύ γ᾽ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν
ἀχθοῦ ὁρῶν παρέοντα: κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει:
ἀλλὰ μάλ᾽ εὔκηλος τέρπου φρένα τέρπε τ᾽ ἐκεῖνον.

2 νῦν δὲ τούτων μὲν οὐδ᾽ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων Μεγάλων Ἠοίων πεπαρῴδηται: “ ἡμῶν δ᾽ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,
ἀχθόμεθ᾽ ἢν ἔλθῃ καὶ ὑπερβλέπομεν παρεόντα
χὤττι τάχιστα θύραζ᾽ ἐξελθεῖν βουλόμεθ᾽ αὐτόν.
εἶτα γνούς πως τοῦθ᾽ ὑποδεῖται, κᾆτά τις εἶπε
τῶν ξυμπινόντων: ‘ἤδη σύ; τί οὐχ ὑποπίνεις;
οὐχ ὑπολύσεις αὐτόν;‘ δ᾽ ἄχθεται αὐτὸς θύων
τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ᾽ ἐλεγεῖα:
μηδένα μήτ᾽ ἀέκοντα μένειν κατέρυκε παρ᾽ ἡμῖν
μήθ᾽ εὕδοντ᾽ ἐπέγειρε, Σιμωνίδη’ (): οὐ γὰρ ἑτοίμως
τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;3

cf. Theogn. 467

Ath. 8. 364 b

Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περιάνδρος Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τελείους τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων καὶ σκοποῦσιν ὁπῶς αὐτῶν μηθεὶς μήτε ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος.” Ath. 14. 632 d

“ ... ανγυστιις φορμιδανδαε παυπερτατις αττριτι, ξυιυς μετυ ϝελ ιν μαρε νος ιρε πραεξιπιτες συαδετλ. 175) τηεογνις ποετα ϝετυς ετ πρυδενς.

Amm. Marc. 29. 1. 21

λέγω μὴν ὅτι ποιηταί τε ἡμῖν εἰσί τινες ἐπῶν ἑξαμέτρων πάμπολλοι καὶ τριμέτρων καὶ πάντων δὴ τῶν λεγομένων μέτρων, οἱ μὲν ἐπὶ σπουδήν, οἱ δ᾽ ἐπὶ γέλωτα ὡρμηκότες. ἐν οἷς φασι δεῖν οἱ πολλάκις μύριοι τοὺς ὀρθῶς παιδευομένους τῶν νέων τρέφειν καὶ διακορεῖς ποιεῖν, πολυηκόους τ᾽ ἐν ταῖς ἀναγνώσεσι ποιοῦντας καὶ πολυμαθεῖς, ὅλους ποιητὰς ἐκμανθάνοντας: οἱ δὲ ἐκ πάντων κεφάλαια ἐκλέξαντες καί τινας ὅλας ῥήσεις εἰς ταὐτὸ συναγαγόντες ἐκμανθάνειν φασὶ δεῖν εἰς μνήμην τιθεμένους, εἰ μέλλει τις ἀγαθὸς ἡμῖν καὶ σοφὸς ἐκ πολυπειρίας καὶ πολυμαθίας γενέσθαι.” Plat. Legg. 7. 810 e

1 Theogn. 33, ktl).

2 Cheiron , author unknown.

3 Great Eoiai , ascribed to Hesiod.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: