previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἀφ᾽ οὗ Ἁρμόδιος καὶ Αριστογείτων ἀπέκτειναν Ἵππαρχον Πεισιστράτου διάδοχον καὶ Ἀθηναῖοι ἐξανέστησαν τοὺς Πεισιστρατίδας ἐκ τοῦ Πελασγικοῦ τείχους ΗΗΔΔΔΔΓΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἁρπακτίδου.” Marm. Par. 59 (45)
ἦσαν δὲ κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππαρχος καὶ Ἱππίας, πρεσβύτερος δὲ ὢν Ἱππίας καὶ τῇ φύσει πολιτικὸς καὶ ἔμφρων ἐπεστάτει τῆς ἀρχῆς. δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτικος καὶ φιλόμουσος ἦν, καὶ τοὺς περὶ Ἀνακρέοντα καὶ Σιμωνίδην καὶ τοὺς ἄλλους ποιητὰς οὗτος ἦν μεταπεμπόμενος, Θετταλὸς δὲ νεώτερος πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστής, ἀφ᾽ οὗ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἁρμοδίου καὶ διαμαρτάνων τῆς πρὸς αὐτὸν φιλίας, οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ᾽ ἔν τε τοῖς ἄλλοις ἐνεσημαίνετο πικρῶς, καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν, λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὄντα, ὅθεν συνέβη παροξυνθέντα τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα πράττειν τὴν πρᾶξιν μετέχοντων πολλῶν. ἤδη δὲ παρατηροῦντες ἐν ἀκροπόλει τοῖς Παναθηναίοις Ἱππίανἐτύγχανεν γὰρ οὗτος μὲν δεχόμενος, δ᾽ Ἵππαρχος ἀποστέλλων τὴν πομπήν), ἰδόντες τινὰ τῶν κοινωνούντων τῆς πράξεως φιλανθρώπως ἐντυγχάνοντα τῷ Ἱππίᾳ, καὶ νομίσαντες μηνύειν, βουλόμενοί τι δρᾶσαι πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες τῶν ἄλλων, τὸν μὲν Ἵππαρχον διακοσμοῦντα τὴν πομπὴν παρὰ τὸ Λεωκόρειον ἀπεκτειναν, τὴν δ᾽ ὅλην ἐλυμήναντο πρᾶξιν, αὐτῶν δ᾽ μὲν Ἁρμόδιος εὐθέως ἐτελεύτησεν ὑπὸ τῶν δορυφόρων, δ᾽ Ἀριστογείτων ὕστερον συλληφθεὶς καὶ πολὺν χρόνον αἰκισθείς.” Arist. Ἀθ. πολ. 18
““ μέγ᾽ Ἀθηναίοισι φόως γένεθ᾽ ἡνίκ᾽ Ἀριστο-
γείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιος.

1Simon. 160


τὸ Ἱππάρχου τειχίον: Ἵππαρχος Πεισιστράτου περὶ τὴν Ἀκαδημείαν τεῖχος ᾠκοδόμησε, πολλὰ ἀναγκάσας ἀναλῶσαι τοὺς Ἀθηναίους. ὅθεν καὶ ἐπὶ τῶν δαπανηρῶν πραγμάτων παροιμία εἴρηται.” Suid.
τρικέφαλος: Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἴχεν. ἔστι δὲ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλείδης Ἱππάρχου ἐραστής ... ” Suid.
ἐν τοῖς Ἑρμαῖς: ξύλα λίθοι τετράγωνοι ἦσαν ἔχοντες ὄψιν Ἑρμοῦ ἐπάνω, κάτω δὲ ἐν τῷ πλάτει τὰ ἐπιγράμματα.” Sch. Dem. 20. 112

1 Simon. 160

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: