previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ φύσιος


εὖ γοῦν καὶ Ξενοφάνης Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος θεός, ἐπιφέρει:

εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίϊος οὔτε νόημα.

CURFRAG.tlg-0267.22
Clem. Al. 5. 109
εἰ γάρ ἐστι τὸ θεῖον, ζψ̂όν ἐστιν: εἰ δὲ ζψ̂όν ἐστιν ὁρᾷ ὅλος:

οὖλος ὁρᾷ, οὖλος δὲ νοεῖ, οῦλος δέ τ᾽ ἀκούει.

CURFRAG.tlg-0267.23
Sext. Emp. adv. Math. 9. 144
π. τοῦ παντός: καὶ πάντα νοεῖν δέ φησιν αὐτὸ λέγωνδ Ξενοφάνης):

ἀλλ᾽ ἀπάνευθε πόνοιο νοῶν φρενὶ πάντα κραδαίνει.

CURFRAG.tlg-0267.24
Simpl. Phys. 23. 19 D

ὥστε καὶ ὅταν ἐν ταὐτψ̂ μένειν λέγῃδ Ξενοφάνηςκαὶ μὴ κινεῖσθαι:

αἰεὶ δ᾽ ἐν ταὐτῷ μίμνει κινεύμενος οὐδέν,
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλλῃ:

CURFRAG.tlg-0267.25
οὺ κατὰ τὴν ἐρημίαν κτλ.

Simpl. Phys. 22. 9

ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκενο Ξενοφάνης): αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστίν:

ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.

CURFRAG.tlg-0267.26
Ae+t. ap. Theodoret. 4. 5 R
Ξενοφάνης δὲ οὐκ οἴεται μετέωρον εἶναι τὴν γῆν, ἀλλὰ κάτω εἰς ἄπειρον καθήκειν: γαίης μὲν γάρ φησι, κτλ.

γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται
ἠέρι προσπλάζον, τὸ κάτω δ᾽ ἐς ἄπειρον ἱκνεῖται.

CURFRAG.tlg-0267.27
Ach. Isag. 4 p. 34.11 Maass
Πορφύριός φησι τὸν Ξενοφάνη τὸ ξηρὸν καὶ τὸ ὑγρὸν δοξάσαι ἀρχάς, τὴν γῆν λέγω καὶ τὸ ὕδωρ, καὶ χρῆσιν αὐτοῦ παρατίθεται τοῦτο δηλοῦσαν:

γῆ καὶ ὕδωρ πάντ᾽ ἐσθ᾽ ὅσα γίνοντ᾽ ἠδὲ φύονται.

CURFRAG.tlg-0267.28
Philop. ad Phys. i. 5. p. 125. 27. Vit.
ἐκ Κράτητος: Ξενοφάνησἐν τῷ Περὶ φύσεως:

πηγὴ δ᾽ ἐστὶ θάλασσ᾽ ὕδατος, πηγὴ δ᾽ ἀνέμοιο:
οὔτε γὰρ ἦν ἄνεμός κεν ἄνευ πόντου μεγάλοιο
οὔτε ῥοαὶ ποταμῶν οὔτ᾽ αἰθέρος ὄμβριον ὕδωρ,
ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε
καὶ ποταμῶν.

CURFRAG.tlg-0267.29
Sch. Gen. in Il. 21. 196 Nicole i. 199
Ὑπερίονα δὲ νομιστέον αὐτὸντὸν ἥλιοντὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ οἶμαι καὶ Ξενοφάνης Κολοφώνιός φησιν:

ἠέλιός θ᾽ ὑπεριέμενος γαῖάν τ᾽ ἐπιθάλπων

CURFRAG.tlg-0267.30
Heracl. All. Hom. 44
δράκοντες ... ἴρισσιν ἐοικότες: τῷ κυρτώματι τῷ χρώματι: φησὶ γὰρ Ξενοφάνης:

ἥν τ᾽ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,
πορφύρεον καὶ φοινίκ εο ν καὶ χλωρὸν ἰδέσθαι.

CURFRAG.tlg-0267.31
Sch. Il. 11. 27 (cf. *eust.)
συμφέρεσθαι δ᾽ αὐτῷΟμήρῳIl. 7. 99)δοκεῖ κατ᾽ ἐνίους καὶ Κολοφώνιος Ξενοφάνης: φησὶ γάρ:

πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.

CURFRAG.tlg-0267.32
Sext. Emp. adv. Math. 10.314

ταῦτα μὲν οἱ Πυθαγορικοί: Ξενοφάνης δὲ κατὰ τοὺς ὡς ἑτέρως αὐτὸν ἐξηγουμένους ὅταν λέγῃ:

καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετ᾽ οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων:
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελες μένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε: δόκος δ᾽ ἐπὶ πᾶσι τέτυκται:

CURFRAG.tlg-0267.33
φαίνεται μὴ πᾶσαν κατάληψιν ἀναιρεῖν ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ ἀδιάπτωτον, κτλ.

Sext. Emp. adv. Math. 7. 49. 110

τούτοις ἐπιφωνήσαντος τοῦ ᾿Αμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει:

ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι.

CURFRAG.tlg-0267.34
Plut. Q. Conv. 9.7
καὶ πάλιν:

ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι

CURFRAG.tlg-0267.35
Hdn. π. διχρ. Gram. Gr. 2. 1. 16. 21 after fr. 10.

τε Ξενοφάνης φησί:

ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ:

CURFRAG.tlg-0267.36
ἀλλ᾽ οὐ γὰρ λέγεται σπέας.

Hdn. π.μ.λ. Gram. Gr. 936. 18

οὐδὲν τῶν εἰς ων ληγόντων συγκριτικῶν ἔχει πρὸ τέλους τὸ υ: σημειῶδες ἄρα τὸ παρὰ Ξενοφάνει γλύσσων:

εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον
γλύσσονα σῦκα πέλεσθαι.

CURFRAG.tlg-0267.37
Hdn. π.μ.λ. Gram. Gr. 2. 946

συκάμινα: ταῦτα δὲ καὶ μόρα Αἰσχύλος ὠνόμασεν, τὰ ἄγρια οὕτως ὀνομάσας τὰ ἐκ τῆς βάτου. τάχα δ᾽ ἄν τις καὶ κεράσια φαίη,

κερασόν

CURFRAG.tlg-0267.38
τὸ δένδρον ἐν τῷ Περὶ Φύσεως Ξενοφάνους εὑρών.

Poll. 6. 46

βρόταχον

CURFRAG.tlg-0267.39
τὸν βάτραχον Ἴωνες ... καὶ παρὰ Ξενοφάνει.

Et. Mag. Vet.

περὶ τῶν εἰς ρος κανών: σιρός: σιλλογράφος δέ τις τὸ σι μακρὸν γράφει τῷ ῥῶ, δοκεῖ μοι, τοῦτο μηκύνας τάχα. σιλλογράφος νῦν Ξενοφάνης ἐστὶ καὶ Τίμων καὶ ἕτεροι.” Tz. ad Dion. Perieg. 940

βληστρισμός: ῥιπτασμός: ... καθὼς καὶ Ξενοφάνης Κολοφώνιός φησιν:

ἐγὼ δ᾽ ἐμαυτὸν ἐκ πόλιος πόλιν φέρων
ἐβλήστριζον:

CURFRAG.tlg-0267.40
ἀντὶ τοῦ ἐρριπταζόμην.

Erot. 18 K

π. ὅρκων: καὶ τὸ τοῦ Ξενοφάνους ἁρμόττει, ὅτι:

οὐκ ἴση
πρόκλησις αὕτη δυσσεβεῖ πρὸς εὐσεβῆ:

CURFRAG.tlg-0267.41
ἀλλ᾽ ὁμοῖα καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι πληγῆναι προκαλέσαιτο.

Arist. Rhet. 1377a

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: