previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γ́ Ιάμβων


“>π. Σόλωνος: πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν:

ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον
δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;
συμμαρτυροίη ταῦτ᾽ ἂν ἐν δίκῃ χρόνου
μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων
5ἄριστα, γῆ μέλαινα, τῆς ἐγώ ποτε
ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας,
πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
πολλοὺς δ᾽ Ἀθήνας πατρίδ᾽ εἰς θεόκτιτον
ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,
10ἄλλον δικαίως, τοὺς δ᾽ ἀναγκαίης ὕπο
χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ᾽ Ἀττικὴν
ἱέντας ὡς ἂν πολλαχῇ πλανωμένους,
τοὺς δ᾽ ἐνθάδ᾽ αὐτοῦ δουλίην ἀεικέα
ἔχοντας, ἤθη δεσποτῶν τρομευμένους,
15ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κρατέειν
ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας
ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην.
θεσμοὺς δ᾽ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ
εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην
20ἔγραψα. κέντρον δ᾽ ἄλλος ὡς ἐγὼ λαβών,
κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,
οὐκ ἂν κατέσχε δῆμον: εἰ γὰρ ἤθελον
τοῖς ἐναντίοισιν ἥνδανεν τότε,
αὖθις δ᾽ τοῖσιν οὑτέρᾳ φρασαίατο
25πολλῶν ἂν ἀνδρῶν ἥδ᾽ ἐχηρώθη πόλις.
τῶν οὕνεκ᾽ ἀλκὴν πάντοθεν κυκεύμενος
ὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος.

CURFRAG.tlg-0263.39
καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων:

δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,
νῦν ἔχουσιν οὔποτ᾽ ὀφθαλμοῖσιν ἂν
εὕδοντες εἶδον:
... ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες,
αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο:
εἰ γάρ τις ἄλλος τῆσδε τῆς τιμῆς τύχεν,
οὐκ ἂν κατέσχε δῆμον οὐδ᾽ ἐπαύσατο,
πρὶν ἀναταράξας πῖαρ ἐξεῖλεν γάλα:
ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίω:
ὅρος κατέστην.

CURFRAG.tlg-0263.40

Arist. Ath. 12

τὴν δ᾽ ἄνω βουλὴν ἐπίσκοπον πάντων καὶ φίλακα τῶν νόμων ἐκάθισεν, οἰόμενος ἐπὶ δυσὶ βουλαῖς ὥσπερ ἀγκύραις ὁρμοῦσαν ἧττον ἐν σάλῳ τὴν πόλιν ἔσεσθαι καὶ μᾶλλον ἀτρεμοῦντα τὸν δῆμον παρέξειν.

[ ᾠόμην δ᾽ ὅτι
βουλαῖν ἐπὶ δυοῖν ὥσπερ ἀγκύραις πόλις
ὁρμοῦσ᾽ ἂν ἧσσον ἐν σάλῳ γίγνοιτ᾽ ἄρα
καὶ μᾶλλον ἀτρεμοῦντα τὸν δῆμον σχέθοι.]

CURFRAG.tlg-0263.41
Plut. Sol. 19. 1
γοῦρος ὅτι πλακοῦντος εἶδος Σόλων ἐν τοῖς Ἰάμβοις φησίν:

πίνουσι καὶ τρώγουσιν οἱ μὲν ἴτρια
οἱ δ᾽ ἄρτον αὐτῶν, οἱ δὲ συμμεμειγμένους
γούρους φακοῖσι: κεῖθι δ᾽ οὔτε πεμμάτων
ἄπεστιν οὐδ᾽ ἕν, ἅσσα τ᾽ ἀνθρώποισι γῆ
φέρει μέλαινα, πάντα γ᾽ ἀφθόνως πάρα.

CURFRAG.tlg-0263.42
Ath. 14. 645f
π. θυείας: καὶ ἴγδιν δὲ αὐτὴν κεκλήκασι Σόλων τε ἐν τοῖς Ἰάμβοις λέγων:

σπεύδουσι δ᾽ οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον,
οἱ δ᾽ ὄξος.

CURFRAG.tlg-0263.43
Poll. 10. 103
ἔτι καὶ νῦν κόκκωνα οἱ πολλοὶ λέγουσιν ὀρθῶς: καὶ γὰρ Σόλων ἐν τοῖς ποιήμασιν οὕτω χρῆται:

κόκκωνας ἄλλος, ἅτερος δὲ σήσαμα

CURFRAG.tlg-0263.44
Phryn. 396
ἐκ τῶν τοῦ Σόλωνος Ἐλεγείων(sic)παραινετική:

ἀρχῶν ἄκουε καὶ δίκαια κἄδικα.

CURFRAG.tlg-0263.45
Diogen 2.99

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: