previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ά Ἐλεγείων


Σαλαμίς


ἐπεὶ δὲ μακρόν τινα καὶ δυσχερῆ πόλεμον οἱ ἐν ἄστει περὶ τῆς Σαλαμινίων νήσου Μεγαρεῦσι πολεμοῦντες ἐξέκαμον καὶ νόμον ἔθεντο μήτε γράψαι τινὰ μήτ᾽ είπεῖν αὖθις ὡς χρὴ τὴν πόλιν ἀντιποιεῖσθαι τῆς Σαλαμῖνος, θανάτῳ ζημιοῦσθαι, Βαρέως φέρων τὴν ἀδοξίαν Σόλων καὶ τῶν νέων ὁρῶν πολλοὺς δεομένους ἀρχῆς ἐπὶ τὸν πόλεμον, αὐτοὺς δὲ μὴ θαρροῦντας ἄρξασθαι διὰ τὸν νόμον, ἐσκήψατο μὲν ἔκστασιν τῶν λογισμῶν, καὶ λόγος εἰς τὴν πόλιν ἐκ τῆς οἰκίας διεδόθη παρακινητικῶς ἔχειν αὐτόν, ἐλεγεῖα δὲ κρύφα συνθεὶς καὶ μελετήσας ὥστε λέγειν ἀπὸ στόματος, ἐξεπήδησεν εἰς τὴν ἀγορὰν ἄφνω πιλίδιον περιθέμενος. ὄχλου δὲ πολλοῦ συνδραμόντος ἀναβὰς ἐπὶ τὸν τοῦ κήρυκος λίθον ἐν ὠδῇ διεξῆλθε τὴν ἐλεγείαν ἧς ἐστιν ἀρχή:

αὐτὸς κῆρυξ ἦλθον ἀφ᾽ ἱμερτῆς Σαλαμῖνος,
κόσμον ἐπέων ᾠδὴν ἀντ᾽ ἀγορῆς θέμενος.

CURFRAG.tlg-0263.1
τοῦτο τὸ ποίημα Σαλαμὶς ἐπιγέγραπται καὶ στίχων ἑκατόν ἐστι, χαριέντως πάνυ πεποιημένον. τότε δ᾽ ᾀσθέντος αὐτοῦ καὶ τῶν φίλων τοῦ Σόλωνος ἀρξαμένων ἐπαινεῖν, μάλιστα δὲ τοῦ Πεισιστράτου τοῖς πολίταις ἐγκελευομένου καὶ παρορμῶντος πείθεσθαι τῷ λέγοντι, λύσαντες τὸν νόμον αὖθις ἥπτοντο τοῦ πολέμου προστησάμενοι τὸν Σόλωνα.

Plut. Vit. Sol. 8

“ ... οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν, ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς, καὶ αὖις πρὸς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα. ἦν δὲ τὰ ἐλεγεῖα τὰ μὰλιστα καθαψάμενα τῶν Ἀθηναίων τάδε:

εἴην δὴ τότ᾽ ἐγὼ Φολεγάνδριος Σικινήτης
ἀντί γ᾽ Ἀθηναίου, πατρίδ᾽ ἀμειψάμενος:
αἶψα γὰρ ἂν φάτις ἥδε μετ᾽ ἀνθρώποισι γένοιτο:
Ἀττικὸς οὗτος ἀνὴρ τῶν Σαλαμιναφετῶν.

CURFRAG.tlg-0263.2
εἶτα:

ἴομεν εἰς Σαλαμῖνα, μαχησόμενοι περὶ νήσου
ἱμερτῆς, χαλεπόν τ᾽ αἶσχος ἀπωσόμενοι.

CURFRAG.tlg-0263.3

Diog. L.i.2.2

Other


λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵν᾽ εἰδῆθ᾽ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἷος οὗτος ἀνθρώπους. οὐ λέγειν εἴσω τὴν χείρ᾽ ἔχοντ᾽, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρ᾽ ἔχοντα. σὺ δ᾽ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, ἂν πιλίδιον λαβὼν ἐπὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ. λέγε σύ.

ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ᾽ ὀλεῖται
αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων:
τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη
Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει:
5αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν
ἀστοὶ Βούλονται χρήμασι πειθόμενοι,
δήμου θ᾽ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον
ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν:
οὐ γὰρ ἐπίστανται κατέχειν κόρον οὐδὲ παρούσης
10εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ:
... πλουτοῦσιν δ᾽ ἀδίκοις ἔργμασι πειθόμενοι
... οὔθ᾽ ἱερῶν κτεάνων οὔτε τι δημοσίων
φειδόμενοι κλέπτουσιν ἐφ᾽ ἁρπαγῇ ἄλλοθεν ἄλλος
οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,
15 σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ᾽ ἐόντα,
τῷ δὲ χρόνῳ πάντως ἦλθ᾽ ἀποτεισομένη.
τοῦτ᾽ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον:
εἰς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,
στάσιν ἔμφυλον πόλεμόν θ᾽ εὕδοντ᾽ ἐπεγείρει,
20ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην:
ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ
τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις.
ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά: τῶν δὲ πενιχρῶν
ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπὴν
25πραθέντες δεσμοῖσί τ᾽ ἀεικελίοισι δεθέντες,
καὶ κακὰ δουλοσύνης ἔργα φέρουσι Βία.
οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ᾽ ἑκάστῳ,
αὔλειοι δ᾽ ἔτ᾽ ἔχειν οὐκ ἐθέλουσι θύραι,
ὑψηλὸν δ᾽ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,
30εἰ καί τις φεύγων ἐν μυχῷ θαλάμου
ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,
ὡς κακὰ πλεῖστα πόλει δυσνομία παρέχει,
εὐνομία δ᾽ εὔκοσμα καὶ ἄρτια πάντ᾽ ἀποφαίνει,
καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας:
35τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,
αὐαίνει δ᾽ ἄτης ἄνθεα φυόμενα,
εὐθύνει δὲ δίκας σκολιὰς ὑπερήφανά τ᾽ ἔργα
πραΰνει, παύει δ᾽ ἔργα διχοστασίης,
παύει δ᾽ ἀργαλέης ἔριδος χόλον, ἔστι δ᾽ ὑπ᾽ αὐτῆς
40πάντα κατ᾽ ἀνθρώπους ἄρτια καὶ πινυτά.

CURFRAG.tlg-0263.4
Dem. F. L. 254

ταῦτα δ᾽ ὅτι τοῦτον τὸν τρόπον ἔσχεν, οἵ τ᾽ ἄλλοι συμφωνοῦσι πάντες καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε:

δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας ὅσσον ἀπαρκεῖ
τιμῆς οὔτ᾽ ἀφελὼν οὔτ᾽ ἐπορεξάμενος:
οἳ δ᾽ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί,
καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν:
5ἔστην δ᾽ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι,
νικᾶν δ᾽ οὐκ εἴασ᾽ οὐδετέρους ἀδίκως.

CURFRAG.tlg-0263.5
πάλιν δ᾽ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι:

δῆμος δ᾽ ὧδ᾽ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος.
τίκτει γὰρ κόρος ὕβριν ὅταν πολὺς ὄλβος ἕπηται
ἀνθρώποισιν ὅσοις μὴ νόος ἄρτιος .

CURFRAG.tlg-0263.6

Arist. Ath. 12

βουλόμενος διαφυγεῖν τὸ δυσάρεστον καὶ φιλαίτιον τῶν πολιτῶν -- ‘ἔργμασιγὰρἐν μεγάλοιςκτλ. ὡς αὐτὸς εἴρηκε -- ἐξέπλευσε δεκαετῆ παρὰ τῶν Ἀθηναίων ἀποδημίαν αἰτησάμενος.

ἔργμασιν ἐν μεγάλοις πᾶσιν ἁδεῖν χαλεπόν.

CURFRAG.tlg-0263.7
Plut. Vit. Sol. 25

γῆ μὲν γὰρ τοῖς ἐνοιλοῦσιν ἐπίσταται φέρειν ὅσα τίκτουσιν ὧραι, ὑπτία τε πᾶσα καὶ καθειμένη, καὶ τὸ τοῦ Σόλωνος

λιπαρὴ κουροτρόφος

CURFRAG.tlg-0263.8
θάλαττα δὲ κτλ.

Choric. 107 Boiss.

λέγεται δὲ Σόλων καὶ προειπεῖν τοῖς Ἀθηναίοις τὴν ἐσομένην τυραννίδα δί᾽ ἐλεγείων:

ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ χαλάζης,
βροντὴ δ᾽ ἐκ λαμπρᾶς γίγνεται ἀστεροπῆς:
ἀνδρῶν δ᾽ ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ μονάρχου
δῆμος ἀϊδρείῃ δουλοσύνην ἔπεσεν.
5λίην δ᾽ ἐξάραντ᾽ οὐ ῥᾴδιόν ἐστι κατασχεῖν
ὕστερον, ἀλλ᾽ ἤδη χρὴ τάδε πάντα νοεῖν.

CURFRAG.tlg-0263.9
καὶ μετὰ ταῦτα τυραννοῦντοςτοῦ Πεισιστράτουἔφη:

εἰ δὲ πεπόνθατε λυγρὰ δί᾽ ὑμετέρην κακότητα,
μή τι θεοῖς τούτων μόμφον ἐπαμφέρετε:
αὐτοὶ γὰρ τούτοις ηὐξήσατε ῥύματα δόντες
καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην:
5ὑμέων δ᾽ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει
σύμπασιν δ᾽ ὑμῖν χαῦνος ἔνεστι νόος:
εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπος αἰόλον ἀνδρός,
εἰς ἔργον δ᾽ οὐδὲν γιγνόμενον βλέπετε.

CURFRAG.tlg-0263.10

Diod. Sic.9.21

τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ δῆμος καὶ ἡδέως κἂν τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ: δ᾽ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφ᾽ ἑαυτῷ διεκώλυσεν. ἄξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου: καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα: ‘ἀνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι: σοφώτερος μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερός δὲ τῶν ἐπισταμένων μὲν διὰ δέος δὲ σιωπώντων.’ καὶ βουλή, Πεισισρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν: ὅθεν εἶπε ταυτί:

δείξει δὴ μανίην μὲν ἐμὴν Βαιὸς χρόνος ἀστοῖς,
δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης.

CURFRAG.tlg-0263.11
Diog. L. i. 49
ἐν δὲ τοῖς φυσικοῖς ἐστι λίαν καὶ ἀρχαῖος ὡς δῆλον ἐκ τούτων: (fr. 9.1—2:

ἐξ ἀνέμων δὲ θάλασσα ταράσσεται: ἢν δέ τις αὐτὴν
μὴ κινῇ, πάντων ἐστὶν ἀκαιοτάτη.

CURFRAG.tlg-0263.12
Plut. Vit. Sol. 3
π. δικαιοσύνης: Σόλωνος:

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,
Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ.
ὄλβον μοι πρὸς θεῶν μακάρων δότε καὶ πρὸς ἁπάντων
ἀνθρώπων αἰεὶ δόξαν ἔχειν ἀγαθήν:
5εἶναι δὲ γλυκὺν ὧδε φίλοις, ἐχθροῖσι δὲ πικρόν,
τοῖσι μὲν αἰδοῖον, τοῖσι δὲ δεινὸν ἰδεῖν.
χρήματα δ᾽ ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι
οὐκ ἐθέλω: πάντως ὕστερον ἦλθε Δίκη:
πλοῦτον δ᾽ ὃν μὲν δῶσι θεοί, παραγίγνεται ἀνδρὶ
10ἔμπεδος ἐκ νεάτου πυθμένος ἐς κορυφήν:
ὃν δ᾽ ἄνδρες μετίωσιν ὑφ᾽ ὕβριος, οὐ κατὰ κόσμον
ἔρχεται, ἀλλ᾽ ἀδίκοις ἔργμασι πειθόμενος
οὐκ ἐθέλων ἕπεται: ταχέως δ᾽ ἀναμίσγεται ἄτη:
ἀρχὴ δ᾽ ἐξ ὀλίγου γίγνεται ὥστε πυρός:
15φλαύρη μὲν τὸ πρῶτον, ἀνιηρὴ δὲ τελευτᾷ:
οὐ γὰρ δὴν θνητοῖς ὕβριος ἔργα πέλει,
ἀλλὰ Ζεὺς πάντων ἐφορᾷ τέλος, ἐξαπίνης δὲ
ὥστ᾽ ἄνεμος νεφέλας αἶψα διεσκέδασεν
ἠρινός, ὃς πόντου πολυκύμονος ἀτρυγέτοιο
20πυθμένα κινήσας, γῆν κατὰ πυροφόρον
δῃώσας καλὰ ἔργα, θεῶν ἕδος αἰπὺν ἱκάνει
οὐρανόν, αἰθρίην δ᾽ αὖτις ἔθηκεν ἰδεῖν,
λάμπει δ᾽ ἠελίοιο μένος κατὰ πίονα γαῖαν
καλόν, ἀτὰρ νεφέων οὐδὲν ἔτ᾽ ἔστιν ἰδεῖν:
25τοιαύτη Ζηνὸς πέλεται τίσις, οὐδ᾽ ἐφ᾽ ἑκάστῳ,
ὥσπερ θνητὸς ἀνήρ, γίγνεται ὀξύχολος:
αἰεὶ δ᾽ οὔ λέληθε διαμπερές, ὅστις ἀλιτρὸν
θυμὸν ἔχῃ, πάντως δ᾽ ἐς τέλος ἐξεφάνη:
ἀλλ᾽ μὲν αὐτίκ᾽ ἔτεισεν, δ᾽ ὕστερον: οἳ δὲ φύγωσιν
30αὐτοὶ μηδὲ θεῶν μοῖρ᾽ ἐπιοῦσα κίχῃ,
ἤλυθε πάντως αὖτις: ἀναίτιοι ἔργα τίνουσιν
παῖδες τούτων γένος ἐξοπίσω.
θνητοὶ δ᾽ ὧδε νοεῦμεν ὁμῶς ἀγαθός τε κακός τε:
δὴν ταύτην δόξαν ἕκαστος ἔχει
35πρίν τι παθεῖν: τότε δ᾽ αὐτίκ᾽ ὀδύρεται: ἄχρι δὲ τούτου
χάσκοντες κούφαις ἐλπίσι τερπόμεθα,
χὤστις μὲν νούσοισιν ὑπ᾽ ἀργαλέῃσι πιεσθῇ,
ὡς ὑγιὴς ἔσται, τοῦτο κατεφράσατο:
ἄλλος δειλὸς ἐὼν ἀγαθὸς δοκεῖ ἔμμεναι ἀνήρ,
40καὶ καλός, μορφὴν οὐ χαρίεσσαν ἔχων:
εἰ δέ τις ἀχρήμων, πενίης δέ μιν ἔργα βιᾶται,
κτήσεσθαι πάντως χρήματα πολλὰ δοκεῖ.
σπεύδει δ᾽ ἄλλοθεν ἄλλος: μὲν κατὰ πόντον ἀλᾶται
ἐν νηυσὶν χρῄζων οἴκαδε κέρδος ἄγειν
45ἰχθυόεντ᾽, ἀνέμοισι φορεύμενος ἀργαλέοισι
φειδωλὴν ψυχῆς οὐδεμίαν θέμενος:
ἄλλος γῆν τέμνων πολυδένδρεον εἰς ἐνιαυτὸν
λατρεύει, τοῖσιν καμπύλ᾽ ἄροτρα μέλει:
ἄλλος Ἀθηναίης τε καὶ Ἡφαίστου πολυτέχνεω
50ἔργα δαεὶς χειροῖν ξυλλέγεται βίοτον:
ἄλλος Ὀλυμπιάδων Μουσέων πάρα δῶρα διδαχθείς,
ἱμερτῆς σοφίης μέτρον ἐπιστάμενος:
ἄλλοι Παιῶνος πολυφαρμάκου ἔργον ἔχοντες
ἰητροί: καὶ τοῖς οὐδὲν ἔπεστι τέλος:
πολλάκι δ᾽ ἐξ ὀλίγης ὀδύνης μέγα γίγνεται ἄλγος,
κοὐκ ἄν τις λύσαιτλύσαιτρσθ; ἤπια φάρμακα δούς,
τὸν δὲ κακαῖς νούσοισι κυκώμενον ἀργαλέαις τε
ἁψάμενος χειροῖν αἶψα τίθησ᾽ ὑγιῆ:
ἄλλον μάντιν ἔθηκεν ἄναξ ἑκάεργος Ἀπόλλων,
ἔγνω δ᾽ ἀνδρὶ κακὸν τηλόθεν ἐρχόμενον,
συνομαρτῄσωσι θεοί: τὰ δὲ μόρσιμα πάντως
οὔτε τις οἰωνὸς ῥύσεται οὔθ᾽ ἱερά.
μοῖρα δέ τοι θνητοῖσι κακὸν φέρει ἠδὲ καὶ ἐσθλόν,
δῶρα δ᾽ ἄφυκτα θεῶν γίγνεται ἀθανάτων:
65πᾶσι δέ τοι κίνδυνος ἐπ᾽ ἔργμασιν, οὐδέ τις οἶδεν
μέλλει σχήσειν χρήματος ἀρχομένου,
ἀλλ᾽ μὲν εὖ ἕρδειν πειρώμενος οὐ προνοήσας
ἐς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,
τῷ δὲ κακῶς ἕρδοντι θεὸς περὶ πάντα δίδωσι
70συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.
πλούτου δ᾽ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται:
οἳ γὰρ νῦν ἡμέων πλεῖστον ἔχουσι βίον,
διπλασίως σπεύδουσι: τίς ἂν κορέσειεν ἅπαντας;
κέρδεά τοι θνητοῖς ὤπασαν ἀθάνατοι:
75ἄτη δ ἐξ αὐτῶν ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς
πέμψῃ τεισομένην, ἄλλοτε ἄλλος ἔχει.

CURFRAG.tlg-0263.13
Stob. Fl. 9. 25
π. τοῦ βίου ὅτι βραχὺς καὶ εὐτελὴς καὶ φροντίδων ἀνάμεστος: Σόλωνος:

οὐδὲ μάκαρ οὐδεὶς πέλεται βροτός, ἀλλὰ πονηροὶ
πάντες ὅσους θνητοὺς ἠέλιος καθορᾷ.

CURFRAG.tlg-0263.14
Stob. Fl. 98. 24
ὅτι δ᾽ αὑτὸν ἐν τῇ τῶν μερίδι μᾶλλον τῇ τῶν πλουσίων ἔταττε δῆλόν ἐστιν ἐκ τούτων:

πολλοὶ γὰρ πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται:
ἀλλ᾽ ἡμεῖς τούτοις οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δ᾽ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.

CURFRAG.tlg-0263.15
Plut. Vit. Sol. 3
σοφώτατα τοίνυν γέγραπται τῷ Σόλωνι ταῦτα περὶ θεοῦ:

γνωμοσύνης δ᾽ ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι
μέτρον, δὴ πάντων πείρατα μοῦνον ἔχει.

CURFRAG.tlg-0263.16
Clem. Al. Str. 5. 81. 1

εἰκότως ἄρα Σόλων Ἀθηναῖος ἐν ταῖς Ἐλεγείαις καὶ αὐτὸς κατακολουθήσας Ἡσίοδῳ(fr. 177)

πάντη δ᾽ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισιν:

CURFRAG.tlg-0263.17
γράφει.

Clem. Al. Str. 5. 129. 6

Σόλων γάρ που εἶπε:

γηράσκω δ᾽ αἰεὶ πολλὰ διδασκόμενος.

CURFRAG.tlg-0263.18
Plat. Amat. 133c

“ ... Σολίων βασιλεὺς Ἀριστόκυπρος Φιλοκύπρου: Φιλοκύπρου δὲ τούτου, τὸν Σόλων Ἀθηναῖος ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε τυράννων μάλιστα.

νῦν δὲ σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ᾽ ἀνάσσων
τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον:
αὐτὰρ ἐμὲ ξὺν νηΐ θοῇ κλεινῆς ἀπὸ νήσου
ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος,
5οἰκισμῷ δ᾽ ἐπὶ τῷδε χάριν καὶ κῦδος ὀπάζοι
ἐσθλὸν καὶ νόστον πατρίδ᾽ ἐς ἡμετέρην.

CURFRAG.tlg-0263.19
Hdt. 5. 113ἔπειτα πλεύσας εἰς Κύπρον ἠγαπήθη διαφερόντως ὑπὸ Φιλοκύπρου τινὸς τῶν ἐκεῖ βασιλέων ... ἔπεισεν οὖν αὐτὸν Σόλων ὑποκειμένου καλοῦ πεδίου μεταθέντα τὴν πόλιν ἡδίονα καὶ μείζονα κατασκευάσαι. καὶ παρὼν ἐπεμελήθη τοῦ συνοικισμοῦ καὶ διεκόσμησε πρός τε διαγωγὴν ἄριστα καὶ πρὸς ἀσφάλειαν, ὥστε πολλοὺς μὲν οἰκήτορας τῷ Φιλοκύπρῳ προσελθεῖν, ζηλῶσαι δὲ τοὺς ἄλλους βασιλεῖς. διὸ καὶ τῷ Σόλωνι τιμὴν ἀποδιδοὺς Αἰπεῖαν τὴν πόλιν καλουμένην πρότερον ἀπ᾽ ἐκείνου Σόλους προσηγόρευσε. καὶ αὐτὸς δὲ μέμνηται τοῦ συνοικισμοῦ: προσαγορεύσας γὰρ ἐν ταῖς Ἐλεγείαις τὸν Φιλόκυπροννῦν δέ,’ φησί, κτλ.” Plut. Vit. Sol. 26

πρὸς Μίμνερμον


φασὶ δ᾽ αὐτὸν καὶ Μιμνέρμου γράψαντος:(Mimn. fr. 11): ἐπιτιμῶντα αὐτοῦ εἰπεῖν:

ἀλλ᾽ εἴ μοι καὶ νῦν ἔτι πείσεαι, ἔξελε τοῦτο,
μηδὲ μέγαιρ᾽ ὅτι σεῦ λῷον ἐπεφρασάμην,
καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ᾽ ἄειδε:
ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.’

CURFRAG.tlg-0263.20
Diog. L. i. 60

ἔτι τοίνυν οἷς πρὸς Μίμνερμον ἀντειπὼν περὶ χρόνου ζωῆς ἐπιπεφώνηκε:

μηδέ μοι ἄκλαυστος θάνατος μόλοι, ἀλλὰ φίλοισι
καλλείποιμι θανὼν ἄλγεα καὶ στοναχάς:

CURFRAG.tlg-0263.21
εὐδαίμονα τὸν Πορλικόλαν ἄνδρα ποιεῖ. τελευτήδας γὰρ οὐ φίλοις οὐδ᾽ οἰκείοις μόνον, ἀλλὰ τῇ πόλει πάσῃ, μυριάσι πολλαῖς, δάκρυα καὶ πόθον καὶ κατήφειαν ἐφ᾽ αὑτῷ παρέσχεν.

Plut. Vit. Sol. et Popl. i. 4

Other


π. Σόλωνος: ΚΡΙΤΙΑΣ: ἦν μὲν οὖν οἰκεῖος ἡμῖν καὶ σφόδρα φίλος Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει.

εἰπέμεναι Κριτίῃ ξανθότριχι πατρὸς ἀκούειν:
οὐ γὰρ ἁμαρτινόῳ πείσεται ἡγεμόνι.

CURFRAG.tlg-0263.22
Plat. Tim. 20 e μὲν ἱστορία κατὰ τὸ Σόλωνος γένος καὶ τὴν Πλάτωνος πρὸς αὐτὸν συγγένειαν τοιαύτη τίς ἐστιν: Ἐξηκεστίδου παῖδες ἐγένοντο Σόλων καὶ Δρωπίδης, καὶ Δρωπίδου μὲν Κριτίας, οὗ μνημονεύει καὶ Σόλων ἐν τῇ ποιήσει λέγων:” Procl. ad Tim. 20 e
οὐδ᾽ ἄρα φίλιπποί εἰσιν οὓς ἂν οἱ ἵπποι μὴ ἀντιφιλῶσιν, οὐδὲ φιλόρτυγες, οὐδ᾽ αὖ φιλόκυνές γε καὶ φίλοινοι καὶ φιλογυμνασταὶ καὶ φιλόσοφοι, ἂν μὴ σοφία αὐτοὺς ἀντιφιλῇ. φιλοῦσι μὲν ταῦτα ἕκαστοι, οὐ μέντοι φίλα ὄντα, ἀλλὰ ψεύδεθ᾽ ποιητής, ὃς ἔφη

ὄλβιος παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι
καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός.

CURFRAG.tlg-0263.23
Plat. Lys. 212 d
πλοῦτον δ᾽ οὐκ ἐθαύμαζεν, ἀλλὰ καί φησιν ὁμοίως πλουτεῖν τε πολὺς ἄργυρος κτλ.

ἶσόν τοι πλουτοῦσιν ὅτῳ πολὺς ἄργυρός ἐστι
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
ἵπποι θ᾽ ἡμίονοί τε, καὶ μόνα τ᾽αῦτα πάρεστι,
γαστρί τε καὶ πλευρῇς καὶ ποσὶν ἁβρὰ παθεῖν:
5ταῦτ᾽ ἄφενος θνητοῖσι: τὰ γὰρ περιώσια πάντα
χρήματ᾽ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδεω:
οὐδ᾽ ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.

CURFRAG.tlg-0263.24
Plut. Vit. Sol. 2
ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους ἀντικρούσας Δαφναῖοςεὖ γε νὴ Δίαἔφητοῦ Σόλωνος ἐμνήσθης καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός:

ἔσθ᾽ ἥβης ἐρατοῖσιν ἐπ᾽ ἄνθεσι παιδοφιλήσῃ
μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος:

CURFRAG.tlg-0263.25
ὅθεν οἶμαι καὶ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ σπέρματος πολλοῦ μεστός, ὡς καὶ Πλάτων φησί 1, ταυτὶ δὲ πρεσβύτης γενόμενος:

ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου
καὶ Μουσέων, τίθησ᾽ ἀνδράσιν εὐφροσύνας:

CURFRAG.tlg-0263.26
ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος τῶν παιδικῶν ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον.

’ ” Plut. Amat. Lib. 5


τὰς ἡλικίας ταύτας ἀνέγραψε καὶ Σόλων τῶν Ἀθηναίων νομοθέτης ἐλεγεῖα ποιήσας τάδε:

παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων
φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ᾽ ἔτεσιν:
τοὺς δ᾽ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ᾽ ἐνιαυτοὺς
ἥβης ἐκφαίνει σήματα γιγνομένης:
5τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἔτι γυίων
λαχνοῦται χροιῆς ἄνθος ἀμειβομένης,
τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδων μέγ᾽ ἄριστος
ἰσχύν, ἥν τ᾽ ἄνδρες σήματ᾽ ἔχουσ᾽ ἀρετῆς:
πέμπτῃ δ᾽ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι
10καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν:
τῇ δ᾽ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός,
οὐδ᾽ ἕρδειν ἔθ᾽ ὁμῶς ἔργ᾽ ἀπάλαμνα θέλει:
ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ᾽ ἄριστος
ὀκτώ τ᾽, ἀμφοτέρων τέσσαρα καὶ δέκ᾽ ἔτη:
15τῇ δ᾽ ἐνάτῃ ἔτι μὲν δύναται, μαλακώτερα δ᾽ αὐτοῦ
πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη:
τῆς δεκάτης δ᾽ εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο,
οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.

CURFRAG.tlg-0263.27
Philo Op. Mund. 24

τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ καὶ τῶν πολλῶν δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις δῆμος. ἰσχυρᾶς δὲ τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα, καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστιν ἀρχή:

Γιγνῴσκω καὶ μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται
πρεσβυτάτην ἐσορῶν γαῖαν Ἰαονίας
καινομένην:

CURFRAG.tlg-0263.28
ἐν πρὸς ἑκατέρους ὑπὲρ ἑκατέρων μάχεται καὶ διαμφισβητεῖ, καὶ μετὰ ταῦτα κοινῇ παραινεῖ καταπαύειν τὴν ἐνεστῶσαν φιλονικίαν. ἦν δ᾽ Σόλων τῇ μὲν φύσει καὶ τῇ δόξῃ τῶν πρώτων, τῇ δ᾽ οὐσίᾳ καὶ τοῖς πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν ἄλλων ὁμολογεῖται καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ, παραινῶν τοῖς πλουσίοις μὴ πλεονεκτεῖν:

ὑμεῖς δ᾽ ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἦτορ,
οἳ πολλῶν ἀγαθῶν ἐς κόρον ἠλάσατε,
ἐν μέτροισι τίθεσθε μέγαν νόον: οὔτε γὰρ ἡμεῖς
πεισόμεθ᾽, οὔθ᾽ ὑμῖν ἄρτια τἄστ᾽ ἔσεται.

CURFRAG.tlg-0263.29
καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις: διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησί:

τήν τε φιλοχρεΐαν τήν θ᾽ ὑπερηφανίαν:

CURFRAG.tlg-0263.30
ὡς διὰ ταῦτα τῆς ἔχθρας ἐνεστώσης.

Arist. Ath. 5

εὖ παροιμία ἔχει ὅτι:

πολλὰ ψεύδονται ἀοιδοί:

CURFRAG.tlg-0263.31
Plat. Just. 374 a “ ... ἐπὶ τῶν κέρδους ἕνεκα καὶ ψυχαγωγίας ψευδῆ λεγόντων ... ἐμνήσθη ταύτηςτῆς παροιμίας) ... Σόλων Ἐλεγείαις.” Sch. ad Plat. Just. 374 a

πρῶτον μὲν οὖν εἰς Αἴγυπτον ἀφίκετο καὶ διέτριψεν, ὡς αὐτός φησι:

Νείλου ἐπὶ προχοῇσι Κανωβίδος ἐγγύθεν ἀκτῆς:

CURFRAG.tlg-0263.32
χρόνον δέ τινα καὶ τοῖς περὶ Ψένωπιν τὸν Ἡλιοπολίτην καὶ Σῶγχιν τὸν Σαΐτην, λογιωτάτοις οὖσι τῶν ἱερέων, συνεφιλοσόφησε: παρ᾽ ὧν καὶ τὸν Ἀτλαντικὸν ἀκούσας λόγον, ὡς Πλάτων(Tim. 21 ff., Criti. 108 d)φησίν, ἐπεχείρησε διὰ ποιήματος ἐξενεγκεῖν εἰς τοὺς Ἕλληνας.

Plut. Vit. Sol. 26

1 Legg. 8. 839 b

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: