previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ευήνου



ἔτυχον γὰρ προσελθὼν ἀνδρὶ ὃς τετέλεκε χρήματα σοφισταῖς πλείω σύμπαντες οἱ ἄλλοι, Καλλίᾳ τῷ Ἱππονίκου: τοῦτον οὖν ἀνηρόμην -- ἐστὸν γὰρ αὐτῷ δύο ὑεῖ --: ‘ ... τίνα αὐτοῖν ἐν νῷ ἔχεις ἐπιστάτην λαβεῖν; τίς τῆς τοιαύτης ἀρετῆς, τῆς ἀνθρωπίνης τε καὶ πολιτικῆς, ἐπιστήμων ἐστίν; ... ἔστιν τιςἔφην ἐγώ οὔ;’ ‘πάνυ γε δ᾽ ὅς. ‘τίςἦν δ᾽ ἐγώκαὶ ποδαπός, καὶ πόσου διδάσκει;’ ‘ Εὔηνοςἔφη Σώκρατες, Πάριος, πέντε μνῶν.’” Plat. Ap. Socr. 20 a
“” Plat. Phaed. 60 d.
ΦΑΙΔΡΟΣ καὶ ΣΩΚΡΑΤΗΣ:ΣΩ. λεκτέον δὲ τί μέντοι καὶ ἔστι τὸ λειπόμενον τῆς ῥητορικῆς. -- ΦΑΙ. καὶ μάλα που συχνά, Σώκρατες, τά γ᾽ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις ... -- ΣΩ. τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν ἐς μέσον οὐκ ἄγομεν, ὃς ὑποδήλωσίν τε πρῶτος ηὗρεν καὶ παρεπαίνους -- οἱ δ᾽ αὐτὸν καὶ παραψόγους φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν -- σοφὸς γὰρ ἁνήρ.” Plat. phaedr. 266 c
Εὔηνος: Ὑπερείδης ἐν τῷ Κατ᾽ Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητάς, ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ Περὶ Χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι: γνωρίζεσθαι δέ φησιν τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων.” Harpocr.
καὶ οὐδὲ αὕτη σοι Ἀσπασία τῷ Σωκράτειἀρκεῖ διδάσκαλος, ἀλλ᾽ ἐρανίζῃ παρὰ μὲν Διοτίμας τὰ ἐρωτικά, παρὰ δὲ Κόννου τὰ μουσικά, παρὰ δὲ Εὐήνου τὰ ποιητικά, παρὰ δὲ Ἰσχομάχον τὰ γεωργικά, παρά τε Θεοδώρου τὰ γεωμετρικά.” Max. Tyr. 38. 4

Eus. Chron. Vers. Arm. Ol. 80. 1


Φίλιστος: Ναυκρατίτης Συρακόσιος ... μαθητὴς δὲ ἦν Εὐηνοῦ τοῦ ἐλεγειοποιοῦ. ὃς πρῶτος κατὰ τὴν ῥητορικὴν τέχνην ἱστορίαν ἔγραψε.” Suid.

τρανσεαμυς ιγιτυρ ιδ θυοθυε, θυοδ γραμματιξε θυονδαμ αξ μυσιξε ιυνξταε φυερυντ; σιθυιδεμ αρξηψτας ατθυε εϝενυς ετιαμ συβιεξταμ γραμματιξεν μυσιξαε πυταϝερυντ; ετ εοσδεμ υτριυσθυε ρει πραεξεπτορες φυισσε ξυμ σοπηρον οστενδιτ ... τυμ ευπολις ...

Quint. i. 10. 17

τὸ ζῷον τὸ καλούμενον κάμηλος μέσους κάμπτει τοὺς μηροὺς ἐπιτεμνόμενον τοῖν σκελοῖν τὸ ὕψος, ἐτύμως κεκλημένον κάμηλος οἱονεὶ κάμμηρος, ὥς φησιν Εὔηνος ἐν τοῖς εἰς Εὔνομον Ἐρωτικοῖς.” Artemid. i. 4
ἀντὶ Χρυσίππου καὶ Ζήνωνος Ἀριστείδην ἀναγιγνῴσκεις καὶ Εὔηνον. οὐδὲν ἀπολώλεκας;” Arr. Diss. Epict. 4. 9. 6
δε λασξιϝια παγιναε συαε: ναμ θυιδ αννιανι φεσξεννινος̣ θυιδ αντιθυισσιμι ποεταε λαεϝιι εροτοπαεγνιον λιβρος λοθυαρ̣ θυιδ εϝενυμ, θυεμ μενανδερ σαπιεντεμ ϝοξαϝιτ̣ θυιδ ιπσυμ μενανδρυμ̣ θυιδ ξομιξος ομνες, θυιβυς σεϝερα ϝιτα εστ ετ λαετα ματερια̣Auson. Cent. Nupt. ad fin.

ἐλεγείων


σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ‘ἀλλ᾽ ἐγώφησὶν Λεωνίδηςεἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας: πολλοῖς δ ἀντιλέγειν κατὰ τὸν Πάριον Εὐηνὸν ἔθος,’ κτλ.

πολλοῖς ἀντιλέγειν μὲν ἔθος περὶ παντὸς ὁμοίως,
ὀρθῶς δ᾽ ἀντιλέγειν, οὐκέτι τοῦτ᾽ ἐν ἔθει:
καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς παλαιός:
σοὶ μὲν ταῦτα δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε. ’
τοὺς ξυνετοὺς δ᾽ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

CURFRAG.tlg-0251.1
Ath. 9 367 e
Εὐήνου:

Βάκχου μέτρον ἄριστον μὴ πολὺ μηδ᾽ ἐλάχιστον:
ἔστι γὰρ λύπης αἴτιος μανίης.
χαίρει κιρνάμενος τρισὶ Νύμφαις τέτρατος αὐτός:
τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος:
εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν ἔρωτας,
βαπτίζει δ᾽ ὕπνῳ γείτονι τοῦ θανάτου.

CURFRAG.tlg-0251.2
Anth. Pal. 11. 49
π. τοῦ δοκεῖν καὶ τοῦ εἶναι: Εὐηνοῦ:

ἡγοῦμαι σοφίας εἶναι μέρος οὐκ ἐλάχιστον
ὀρθῶς γιγνῴσκειν οἷος ἕκαστος ἀνήρ.

CURFRAG.tlg-0251.3
Stob. Fl. App. 4. 10 M
π. τόλμης: Εὐήνου:

πρὸς σοφίᾳ μὲν ἔχειν τόλμαν μάλα σύμφορόν ἐστιν,
χωρὶς δὲ βλαβερὴ καὶ κακότητα φέρει.

CURFRAG.tlg-0251.4
Stob. Fl. 51. 17
π. ὀργῆς: Εὐήνου:

πολλάκις ἀνθρώπων ὀργὴ νόον ἐξεκάλυψεν
κρυπτόμενον, μανίας πουλὺ χερειότερον.

CURFRAG.tlg-0251.5
Stob. Fl. 20. 2

οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδ 'ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδ᾽ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδ᾽ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν: ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷ α νέοι ἄνθρωποι πλημμελούντων ἐπεῖδον: ὥστ᾽ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὡς ἐπέγραψεν:

δέος λύπη παῖς πατρὶ πάντα χρόνον.

CURFRAG.tlg-0251.6
ἀλλ᾽ ὅμως οὐ παύονται παῖδας τρέφοντες, μάλιστα δ᾽ οἱ παίδων ἥκιστα δεόμενοι.

Plut. Am. Prol. 4

ἀδικίας δέ ἐστιν εἴδη τρία: ἀσέβεια, πλεονεξία, ὕβρις ... ὕβρις δέ, καθ᾽ ἢν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν εἰς ὄνειδος ἄγοντες ἑτέρους: ὅθεν καὶ Εὔηνος περὶ αὐτῆς λέγει:

... ὕβρις,
ἥτις κερδαίνουσ᾽ οὐδὲν ὅμως ἀδικεῖ.

CURFRAG.tlg-0251.7
Arist. VV 1251a (= *stob. *fl. i. 18)
τὸ γὰρ βίαιον ἀναγκαῖον λέγεται, διὸ καὶ λυπηρόν, ὥσπερ καὶ Εὔηνός φησι:

πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ᾽ ἀνιαρὸν ἔφυ.

CURFRAG.tlg-0251.8
Arist. Met. 1015a. 28

Ἔπων


διὰ γὰρ τοῦτο καὶ τὸ ἔθος χαλεπόν, ὅτι τῇ φύσει ἔοικεν, ὥσπερ καὶ Εὔηνος λέγει:

φημὶ πολυχρονίην μελέτην ἔμεναι, φίλε, καὶ δὴ
ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι.

CURFRAG.tlg-0251.9
Arist. Eth. Nic. 1152a. 30

ἰάμβων


δὲ Σιμωνίδης τὸ σοφώτατον τῷ χρό περιῆψε: ... Εὔηνος δὲ ἐξ ἀμφοῖν πεποίηκε τό:

σοφώτατόν τοι κἀμαθέστατον χρόνος.

CURFRAG.tlg-0251.10
Simpl. in Phys. 4. 12. 221a 30
π. συνδέσμων καὶ ἄρθρων καὶ προθέσεων: τί οὖν; φήσαι τις ἄν, οὐδὲν ταῦτα συμβάλλεται πρὸς λόγον; ἔγωγε φήσαιμ᾽ ἄν ὥσπερ ἅλας συμβάλλεσθαι πρὸς ὄψον ὕδωρ δὲ πρὸς μᾶζαν. Εὔηνος δὲ καὶ τὸ πῦρ ἔφασκεν ἡδυσμάτων εἶναι κράτιστον: ἀλλ᾽ οὔθ᾽ ὕδωρ μάζης ἄρτου μέρος εἶναι λέγομεν, οὔτε πῦρ οὔθ᾽ ἅλας ἑψήματος βρώματος, ὧν ἀεὶ τυγχάνομεν δεόμενοι.” Plut. Qu. Platon. 10. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: