previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔπων


ὅτι χρήστας Ἀριστοφάνης τοὺς δανειστὰς λέγει: ... φωκυλίδης ἐν μὲν τοῖς αὑτοῦ ποιήμασι κατὰ τὴν συνήθειαν τοὺς χρεωφειλέτας χρήστας καλεῖ, λέγων οὕτως:

καὶ τόδε φωκυλίδεω: χρήστης κακοῦ ἔμμεναι ἀνδρὸς
φεύγειν, μή σέ γ᾽ ἀνιήσῃ παρὰ καιρὸν ἀπαιτέων.

CURFRAG.tlg-1604.2
Sch. Ar. Nub. 240
ψόγος γυναικῶν, ἔτι καὶ περὶ γάμου: φωκυλίδου:

καὶ τόδε Φωκυλίδεω: τετόρων ἀπὸ τῶνδε γένοντο
φῦλα γυναικείων: μὲν κυνός, δὲ μελίσσης,
δὲ συὸς βλοσυρῆς, δ᾽ ἵππου χαιτηέσσης:
εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη:
5 δὲ συὸς βλοσυρῆς οὔτ᾽ ἂρ κακὴ οὐδὲ μὲν ἐσθλή:
δὲ κυνὸς χαλεπή τε καὶ ἄγριος: δὲ μελίσσης
οἰκονόμος τ᾽ ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι:
ἧς εὔχευ, φίλ᾽ ἑταῖρε, λαχεῖν γάμον ἱμερόεντα.

CURFRAG.tlg-1604.3
Stob. Fl. 73. 60
ὅτι οὐκ ἀεὶ τοῖς εὐγενέσι καὶ χρηστοῖς τῶν πατέρων ἔοικε τὰ τέκνα: φωκυλίδου:

καὶ τόδε Φωκυλίδεω: τί πλέον γένος εὐγενὲς εἶναι
οἷς οὔτ᾽ ἐν μύθοις ἕπεται χάρις οὔτ᾽ ἐνὶ βουλῇ;

CURFRAG.tlg-1604.4
Stob. Fl. 87.2
οὕτως, ἔφην, καὶ τῆς τοῦ φωκυλίδου ποιήσεως ἔξεστί σοι λαβεῖν δεῖγμα ἐν βραχεῖ. καὶ γάρ ἐστιν οὐ τῶν μακράν τινα καὶ συνεχῆ ποίησιν εἰρόντων, ὥσπερ ὑμέτερος μίαν ἑξῆς διέξεισι μάχην ἐν πλείοσιν πεντακισχιλίοις ἔπεσιν, ἀλλὰ κατἁ δύο καὶ τρία ἔπη αὐτῷ καὶ ἀρχὴν ποίησις καὶ πέρας λαμβάνει, ὥστε καὶ προστίθησι τὸ ὄνομα αὐτοῦ καθ᾽ ἕκαστον διανόημα, ἅτε σπουδαῖον καὶ πολλοῦ ἄξιον ἡγούμενος, οὐχ ὥσπερ Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως ὠνόμασεν αὑτόν: οὐ δοκεῖ σοι εἰκότως προσθεῖναιΦωκυλίδηςτῇ τοιαύτῃ γνώμῃ καὶ ἀποφάσει;

καὶ τόδε Φωκυλίδεω: πόλις ἐν σκοπέλῳ κατὰ κόσμον
οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης.

CURFRAG.tlg-1604.5
Dio. Chrys. 36. 11
γογγυσμὸς καὶ γογγύζειν: ταῦτα ἀδόκιμα μὲν οὐκ ἔστιν, ἰακὰ δέ: φωκυλίδην γὰρ οἶδα κεχρημένον αὐτῷ τὸν Μιλήσιον, ἄνδρα παλαιὸν σφόδρα:

καὶ τόδε Φωκυλίδεω: χρή τοι τὸν ἑταῖρον ἑταίρῳ
φροντίζειν ἅσσ᾽ ἂν περιγογγύζωσι πολῖται.

CURFRAG.tlg-1604.6
Phryn. 358
π. γεωργίας ὅτι ἀγαθόν:

Χρηΐζων πλούτου μελέτην ἔχε πίονος ἀγροῦ:
ἀγρὸν γάρ τε λέγουσιν Ἀμαλθείης κέρας εἶναι.

CURFRAG.tlg-1604.7
Stob. Fl. 56.6
ἐκ τῶν φωκυ ίδου:

νυκτὸς βουλεύειν, νυκτός δέ τοι ὀξυτέρη φρὴν
ἀνδράσιν: ἡσυχίη δ᾽ ἀρετὴν διζημένῳ ἐσθλή.

CURFRAG.tlg-1604.8
Orion Anth. i.22
π. τοῦ δοκεῖν καὶ τοῦ εἶναι, καὶ ὅτι οὐ τῷ λόγῳ χρὴ κρίνειν τὸν ἄνθρωπον ἀλλὰ τῷ τρόπῳ: ἐκτὸς γὰρ ἔργου πᾶς λόγος περιττός: φωκυλίδου:

πολλοί τοι δοκέουσι σαόφρονες ἔμμεναι ἄνδρες,
σὺν κόσμῳ στείχοντες ἐλαφρόνοοί περ ἐόντες.

CURFRAG.tlg-1604.9
Stob. Fl. App. p. 157 M
τὸ γοῦν φιλοσοφεῖν βέλτιον τοῦ χρηματίζεσθαι, ἀλλ᾽ οὐχ αἱρετώτερον τῷ ἐνδεεῖ τῶν ἀναγκαίων.

δίζησθαι βιοτήν, ἀρετὴν δ᾽ ὅταν βίος ἤδη.

CURFRAG.tlg-1604.10
Arist. Top. 3. 118a. 10 “ ... κατὰ γὰρ τὸν φωκυλίδην:” Sch. ad Arist. Top. 3. 118a. 10. p. 275 Bek
δὲ φωκυλίδης ἔφη:

χρὴ δ᾽ ἐν συμποσίῳ κυλίκων περινισομενάων
ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.

CURFRAG.tlg-1604.11
Ath. 10.428b
π. τῶν μέσων: καὶ σῴζονται δ᾽ ἐν ταῖς πόλεσιν οὗτοι μάλιστα τῶν πολιτῶν. οὔτε γὰρ αὐτοὶ τῶν ἀλλοτρίων ὥσπερ οἱ πένητες ἐπιθυμοῦσιν, οὔτε τῆς τούτων ἕτεροι καθάπερ τῆς τῶν πλουσίων οἱ πένητες ἐπιθυμοῦσιν: καὶ διὰ τὸ μήτ᾽ ἐπιβουλεύεσθαι μήτ᾽ ἐπιβουλεύειν ἀκινδύνως διάγουσιν. διὰ τοῦτο καλῶς ηὔξατο Φωκυλίδης:

πολλὰ μέσοισιν ἄριστα: μέσος θέλω ἐν πόλει εἶναι.

CURFRAG.tlg-1604.12
Arist. Pol. 1295b. 28
κινδυνεύει καὶ φωκυλίδης ποιητὴς καλῶς παραινεῖν λέγων:

χρὴ παῖδ᾽ ἔτ᾽ ἐόντα
καλὰ διδασκέμεν ἔργα.

CURFRAG.tlg-1604.13
Plut. Puer. Educ. 5

“ ... ὑπομένωμεν τοὺς τῶν εὐφυῶν δοκούντων γέλωτας ... οὐ γὰρ μόνον, ὥς φησι φωκυλίδης:

πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν:

CURFRAG.tlg-1604.14
ἀλλὰ γελασθῆναι δεῖ πολλὰ καὶ ἀδοξῆσαι ...

Plut. Rat. Aud. 18

ἔτι πρὸς τοῖσδε φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν τοὺς δὲ φαύλους ... παρίστησιν:

ἀλλ᾽ ἄρα δαίμονές εἰσιν ἐπ᾽ ἀνδράσιν ἄλλοτε ἄλλοι,
οἱ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι ...

CURFRAG.tlg-1604.15
Clem. Al. Str. 5. 725
καὶ διὰ τοῦτο πολλάκις κρατίστη τῶν ἀρετῶν εἶναι δοκεῖ δικαιοσύνη ... καὶ παροιμιαζόμενοί φάμεν:

ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ᾽ ἀρετὴ 'νί.

CURFRAG.tlg-1604.16
Arist. Eth. Nic. 1129 b 27τοῦτο Θεόγνιδος: εἴρηται δὲ οὕτως: (Theogn. 145-7): χώραν μέντοι παροιμίας ἐπέχει: καὶ μέμνηται αὐτῆς ὡς παροιμίας Θεόφραστος ἐν τῷ πρώτῳ Περὶ Ἠθῶν, ἐν δὲ τῷ πρώτῶ τῶν Ἠθικῶν ὡς Φωκυλίδου αὐτῇς μέμνηται: καὶ ἴσως καὶ Φωκυλίδης αὐτῇ ἐχρήσατο: καὶ ὁμοίως ἀμφότεροι χρῶνται Φωκυλίδης καὶ Θέογνις τούτῳ:” Sch. ad Arist. Eth. Nic. 1129 b 27. p. 210 Heyl.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: