previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπιγράμματα


πάλιν δ᾽ Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ὰκρότητα, παρελθὼν Ἐμπεδοκλῆς ἐκώλυσε τά τε ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καί τι καὶ τοιοῦτον ἐρωτήσαςτί δὲ ἐπιγράψομεν ἐλεγεῖων; τοῦτο:

ἄκρον ἰητρὸν Ἄκρων᾽, Ἀκραγαντῖνον πατρὸς Ἄκρου
κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης.

CURFRAG.tlg-1342.1
τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται:

ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κάτεχει.

CURFRAG.tlg-1342.2
τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι.

Diog. L. 8. 65

ἦν δ᾽ Παυσανίας, ὥς φησιν Ἀρίστιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ, δὴ καὶ τὰ Περὶ Φύσεως προσπεφώνηκει Ἐμπεδοκλῆςοὕτως: fr. 1 *diels. ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησε:

Παυσανίην ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,
τόνδ᾽ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Φέλα:
ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις
φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.

CURFRAG.tlg-1342.3
Diog. L. 8. 60

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: