Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[108]
τοὺς δὲ
Ἀχαιοὺς ὁρᾶν ἅπαντας ὥσπερ ἐπὶ θέαν παρόντας καὶ μηδένα βοηθεῖν
τῷ Ἀχιλλεῖ, τοιαῦτα πεπονθότας ὑπὸ τοῦ Ἕκτορος καὶ μισοῦντας
αὐτόν, ὥστε καὶ νεκρὸν τιτρώσκειν. ἔπειτα Δηίφοβον ἐξελθόντα
τοῦ τείχους, μᾶλλον δὲ Ἀθηνᾶν παραλογίσασθαι αὐτόν,
εἰκασθεῖσαν Δηιφόβῳ, καὶ τὸ δόρυ κλέψαι τὸ τοῦ Ἕκτορος ἐν τῇ
μάχῃ, οὐδὲ ὅπως ἀποκτείνῃ τὸν Ἕκτορα εὑρίσκων, τρόπον τινὰ
ἰλιγγιῶν περὶ τὸ ψεῦδος καὶ τῷ ὄντι ὡς ἐν ὀνείρατι μάχην διηγούμενος.
μάλιστα γοῦν προσέοικε τοῖς ἀτόποις ἐνυπνίοις τὰ περὶ
τὴν μάχην ἐκείνην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.