Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[88]
εἶθ᾽ ὅποι μηδὲ τοὺς κακὸν δράσαντας ἐάνπερ καταφύγωσιν
ἔθος ἐστὶν ἀδικεῖν, τοὺς εὐεργέτας οὐ δεινὸν ἐὰν φαινώμεθα
ἀδικοῦντες; καὶ τὴν ἀσυλίαν, ἣν παρέχουσι τοῖς φαύλοις οἱ τοιοῦτοι
τόποι, μόνοις, ὡς ἔοικε, τοῖς ἀγαθοῖς οὐ δυνήσονται παρέχειν;
ἀλλ᾽ ἐὰν μὲν θυμιατήριόν τις ἀλλάξῃ τῶν ἔνδον κειμένων ἢ φιάλην,
ἱερόσυλος οὐχ ἧττον νομισθήσεται τῶν ὑφαιρουμένων: ἐὰν δὲ
εἰκόνα ἀλλάξῃ καὶ τιμήν, οὐθὲν ἄτοπον ποιεῖ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.