Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
ἀλλ᾽ ὁ μὲν εἰς ἄλλον
ἁμαρτὼν ὥστε ἑαυτὸν ὠφελῆσαι κακίᾳ μόνον ἐστὶν ἔνοχος τοῖς πολλοῖς:ὁ δ᾽ ἑαυτὸν ἀδικῶν ἐν οἷς ἕτερον τῆς μὲν πονηρίας ὑπερβολήν
τινα ἔδειξεν, ἐκ περιττοῦ δὲ ἀνόητος δοκεῖ. πρὸς τούτῳ
δ᾽ ἂν ἴδοι τις καὶ ἕτερον. ὁ μὲν ἀφαιρούμενος ἁπλῶς ὅ τις ἔχει
δικαίως ὅτῳ δήποτε τρόπῳ κτησάμενος κατ᾽ αὐτὸ τὸ πρᾶγμα ἁμαρτάνει,
φύσει τι ποιῶν ἄτοπον: ὁ δὲ τῶν ὑφ᾽ ἑαυτοῦ δεδομένωνἐν μέρει τιμῆς καὶ χάριτός τινα ἀποστερῶν οὐ μόνον τὸ κοινὸν
τοῦτο παραβαίνει, καθ᾽ ὃ προσήκει μηδένα βλάπτειν, ἀλλὰ καὶ
χρηστὸν ἄνδρα ἀδικεῖ, καὶ τοῦτον ὃν ἥκιστα αὐτῷ προσῆκεν. οὐδαμῇ
γὰρ ἰδεῖν ἔστι τοῖς φαύλοις τὰς τιμὰς διδομένας οὐδὲ ὑφ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.