Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[158]
οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνῄρηνται καὶ ἀπολώλασιν,
οἱ δὲ ἀσχημονοῦσι πράττοντες οἷα ἀκούετε καὶ πάντα τρόπον τὴν
παλαιὰν δόξαν ἀφανίζοντες, οἰόμενοι τρυφᾶν οἱ ἀνόητοι καὶ κέρδος
ἀριθμοῦντες τὸ μηθένα κωλύειν αὐτοὺς ἁμαρτάνοντας. λοιποὶ
δὲ ὑμεῖς ἐστε: καὶ γὰρ μόνοις ὑμῖν ὑπάρχει τὸ δοκεῖν ὄντως τινὰσγεγονέναι καὶ μὴ τελέως καταπεφρονῆσθαι. διὰ μὲν γὰρ τοὺς
οὕτω χρωμένους ταῖς ἑαυτῶν πατρίσιν, ὡς ἀληθεύοντες ἔνιοι λέγουσιν,
οὐθὲν ἐκώλυε πάλαι Φρυγῶν πάντας ἢ Θρᾳκῶν ἀτιμοτέρους
γεγονέναι τοὺς Ἕλληνας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.