Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[123]
ταύτας γὰρ μόνας ἐξαιρέτους ἐποίουν: περὶ δὲ τῶν
ἄλλων οὐκ ἐβούλοντο ὀμνύειν οἱ Τρῶες οὐδὲ τοῖς Ἀτρείδαις ἔμελε.
τούτων δὲ ὀμοσθέντων, ὅ τε ἵππος ὑπὸ τῶν Ἀχαιῶν ἐτελέσθη,
μέγα ἔργον, καὶ ἀνήγαγον αὐτὸν οἱ Τρῶες πρὸς τὴν πόλιν καὶ τῶν
[p. 147]
πυλῶν οὐ δεχομένων, μέρος τι τοῦ τείχους καθεῖλον: ὅθεν γελοίως
ἐλέχθη τὸ ἁλῶναι τὴν πόλιν ὑπὸ τοῦ ἵππου. καὶ τὸ στράτευμα
ᾤχετο ὑπόσπονδον τούτῳ τῷ τρόπῳ. τὴν δὲ Ἑλένην ὁ Ἕκτωρ
συνῴκισε Δηιφόβῳ, ὃς ἦν μετ᾽ ἐκεῖνον τῶν ἀδελφῶν ἄριστος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.