Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
καὶ οὐδὲ ἐκεῖνο ἐνθυμεῖσθε ὅτι μηδὲ τοῖς καπήλοις
μηδεὶς ἔτι ῥᾳδίως πρόσεισι, παρ᾽ οἷς ἂν πονηρὰ ᾖ τὰ μέτρα.
καὶ μὴν ὅτι φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστιν, οὐχ ὁ λόγος αὐτὸ
ἐξονειδίζει, θεάσασθε οὕτως. εἰ γάρ τις πύθοιτο ὑμῶν πότερα
βούλεσθε τοὺς τιμωμένους ὑφ᾽ ὑμῶν, οἷς οἴεσθε διδόναι τὰς εἰκόνας,
ἐπίστασθαι τἀληθὲς καὶ τὸ γιγνόμενον οἷόν ἐστιν ἢ λανθάνειν
αὐτούς, οὐκ ἄδηλόν ἐστιν ὃ ἂν εἴποιτε εὖ φρονοῦντες. τί
γὰρ ἐκώλυεν εὐθὺς ἐν τῷ ψηφίσματι γράφειν ὥσπερ τἄλλα καὶτοῦτο, εἶναι δὲ τὴν εἰκόνα αὐτοῖς μίαν τῶν ἀνακειμένων ἢ τὴν τοῦ
δεῖνος, εἰ κἀκείνους ἐβούλεσθε γιγνώσκειν; ἀλλ᾽ οὐδέποτε οἶμαι
τοῦτο ἐγγράφετε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.