Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[107]
τῆς δέ γε ἐνθάδε τιμῆς οὐκ ἀμελεῖν. ταῦτα δέ ἐστι μὲν ἀληθῆ,
μᾶλλον δὲ ὀφείλετε ἀποστῆναι δι᾽ αὐτὰ τοῦ πράγματος. τούς τε
γὰρ λόγον ἔχοντας τῆς παρ᾽ ὑμῖν εἰκόνος εἰκός ἐστι μὴ παραπέμπειν
μηδὲ τὸ πῶς αὐτῆς τυγχάνουσιν, ἀλλ᾽ ἅμα καὶ τὴν διάνοιαν
τὴν ὑμετέραν σκοπεῖν: τούς τε ἐπίφθονον εἶναι τὴν εὐπορίαν τῆς
πόλεως ὁμολογοῦντας οὐκ εἰκὸς ἦν ὑπολογίζεσθαι τὸ τῆς δαπάνης.
οὐ γάρ τοι τοσούτῳ διὰ τοῦτο πλείους τιμᾶτε τῶν ἄλλων ὅσῳ
πλείονα ἐκείνων κέκτησθε. καὶ μὴν τῶν γε αὐτοκρατόρων καὶ
νῦν ποιεῖσθε εἰκόνας, καὶ τῶν ἄλλων δὲ τῶν ἐπ᾽ ἀξιώματος. οὐδὲ
γὰρ ὑμᾶς λέληθεν ὡς οὐδέν ἐστι τὸ τοῦτον ἵστασθαι τὸν τρόπον.
ἵν᾽ οὖν τίνας τιμήσητε, λοιπὸν οὕτως αἰσχρὸν καὶ ἀνάξιον ὑμῶν
αὐτῶν ἔργον διαπράττεσθε;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.