previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21] ἀνόητοι τῶν ἐπὶ τοῖς κακοῖς ἔτι χάριν εἰδότων φειδόμενοι. τὸ μὲν οὖν πρῶτον, ἄνδρες Νικομηδεῖς, τὰς αἰτίας τῆς στάσεως ἴδωμεν. εἰ μὲν γὰρ τηλικαῦτά ἐστιν, ὥστ̓ ἄξιον εἶναι πολεμεῖν πόλεμον οὐ σύντομον, οἷος ἄν τοῖς ὅπλοις ἐγίγνετο καὶ παρηγορίαν εἶχε τὸ τάχος τῆς διακρίσεως, ἀλλὰ μακρὸν καὶ ἄπαυστον, ὥστε αὐτὸν ὑπολείπεσθαι καὶ τοῖς παισὶ καὶ τοῖς ἐκγόνοις καὶ μηδέποτε σχεῖν ἐλπίδα καταλλαγῆς: ἀγωνιζώμεθα καὶ στασιάζωμεν καὶ πράγματα παρέχωμεν ἀλλήλοις, ὅσα ἔνεστι παρέχειν, ἀχθόμενοι διότι μὴ καὶ πλείω δυνάμεθα. εἰ δὲ μάλιστα μὲν οὐδέν ἐστι τὸ ἆθλον τούτου τοῦ κακοῦ, τὰ δὲ δοκοῦντα εἶναι καὶ μικρά ἐστι καὶ φαῦλα καὶ οὐδ̓ ἰδιώτας ὑπὲρ αὐτῶν στασιάζειν ἄξιόν ἐστιν, οὐχ ὅπως πόλεις τηλικαύτας: μὴ πάσχωμεν ὅμοιόν τι τοῖς ἄφροσι τῶν παίδων, οἵτινες αἰδούμενοι μὴ δοκῶσι μάτην ὀργίζεσθαι τοῖς πατράσιν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: