Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[119]
αὑτοῖς. καθάπερ εἴ τις ἀθλητὴν πείθων ἀπειπεῖν καὶ προέσθαι
τὸν στέφανον ἀργυρίου λέγοι πρὸς αὐτόν, Οὐχ ὁρᾷς ἐκεῖνον τὸν
παραχωρήσαντα πρὸ σοῦ μαστιγούμενον; ἢ νὴ Δία εἴ τις τῶν
[p. 254]
ὑποκριτῶν τινι δεικνὺς τοὺς ἐκπίπτοντας καὶ συριττομένους τοιαῦτα
παραμυθοῖτο, Ὅπως μηδὲ σὺ προσέξεις, ἀλλ᾽ ὁμοίως ἀγωνιεῖ.
καὶ νῦν ὑμῖν σχεδὸν ἐκεῖνοι λέγουσιν, Οὐχ ὁρᾶτε τοὺς Ἀθηναίους ὡς
ἀσχημονοῦσιν, ὡς κακῶς ἀκούουσιν, ὡς παράδειγμα πᾶσίν εἰσι τῆς
ἀγεννείας καὶ τῆς ὕβρεως, ἣν ὑβρίζουσιν εἰς τὴν πατρίδα;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.