Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[75]
ὅσῳ τοίνυν τοὺς πρότερον ἀεὶ τῶν ἐπιγιγνομένων πάντες
ἡγοῦνται φύσει κρείττους, καὶ πάλαι τὸ τυχεῖν τινας τούτου σπανιώτερον
ὑπῆρχε, τοσούτῳ περὶ ἀμείνους ἄνδρας καὶ μειζόνων ἀγαθῶν
αἰτίους ὁμολογοῦσιν ἁμαρτάνειν. ὅτι δ᾽ ἀληθῆ ταῦτα ἀμφότερα
δῆλον. τούς τε γὰρ σφόδρα ἀρχαίους ἡμιθέους ὄντας ἐπιστάμεθα
καὶ τοὺς μετ᾽ αὐτοὺς οὐ πολὺ ἐκείνων χείρονας: ἔπειτα
τοὺς ἐφεξῆς ἐλάττονας ἀεὶ κατὰ τὸν χρόνον, καὶ τέλος τοὺς νῦν
ὁποίους ἡμᾶς αὐτοὺς οἴδαμεν. καὶ πρότερον μὲν οὐδὲ τοῖς ἀποθνῄσκουσι
πᾶσιν ὑπὲρ τῆς πόλεως ἦν ἑστάναι χαλκοῖς, ἀλλ᾽ εἰ μή
τις ὑπερφυᾶ καὶ θαυμαστὰ πράξειε: νῦν δὲ τοὺς καταπλέοντας
τιμῶμεν, ὥστ᾽, εἴπερ ἄρα, τοὺς ὕστερον μᾶλλον καὶ τοὺς ἔγγιστα
νῦν ἀνακειμένους μεταποιητέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.