Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
μὲν τὴν θάλατταν, πλεῖσθαι δὲ τὰ ὄρη, τοὺς δὲ ποταμοὺς ἐκλείπειν
ὑπὸ ἀνθρώπων πινομένους. ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν
βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον
τῶν ὀρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς
[p. 39]
θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφ᾽ ἅρματος; ὥσπερ
οἶμαι τὸν Ποσειδῶνά φησιν Ὅμηρος: καὶ τυχὸν ὁμοίως οἵ τε δελφῖνες
καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος
ἤλαυνεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.