Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
πλὴν ἐκεῖνό
γε δῆλόν ἐστιν ὅτι μήτε ὑμεῖς μήτε ἄλλοι τινές, οἳ δοκοῦσιν Ἑλλήνων
ἢ βαρβάρων μεγάλοι γενέσθαι, δι᾽ ἄλλο τι προῆλθον εἰς δόξανκαὶ δύναμιν ἢ τῶν κατὰ μέρος φιλοτίμων τυχόντες καὶ περὶ
πλείονος τοῦ ζῆν ἡγουμένων τὴν ὕστερον εὐφημίαν. ἡ γὰρ στήλη
καὶ τὸ ἐπίγραμμα καὶ τὸ χαλκοῦν ἑστάναι μέγα δοκεῖ τοῖς γενναίοις
ἀνδράσι, καὶ μισθὸς οὗτος ἄξιος τῆς ἀρετῆς τὸ μὴ μετὰ τοῦ σώματος
ἀνῃρῆσθαι τὸ ὄνομα μηδ᾽ εἰς ἴσον καταστῆναι τοῖς μὴ γενομένοις,ἀλλὰ ἴχνος τι λιπέσθαι καὶ σημεῖον, ὡς ἂν εἴποι τις,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.